1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

5

Περαίᾳ τῇ κατωτέρᾳ, Πέλλων διεστῶσα σημείοις καʹ εἰς νότον. καὶ ἄλλη δὲ κώμη πλησίον Γαδάρων ἐστὶν Ἐμμαθᾶ, ἔνθα τὰ τῶν θερμῶν ὑδάτων θερμὰ λουτρά. καὶ ἐν Βασιλείαις εἴρηται· «ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης Ἀραβά», ἥ ἐστιν ἡ νεκρά. 24 Ἀμμών ̣Jos 13, 10. 25 ̣. ὑπὲρ τὸν Ἰορδάνην, πόλις φυλῆς Γάδ. αὕτη ἐστὶν Ἀμμᾶν ἡ καὶ Φιλαδελφία, πόλις ἐπίσημος τῆς Ἀραβίας. Ἀδδαρά ̣Jos 15, 3 ̣. φυλῆς Ἰούδα πρὸς τῇ ἐρήμῳ. ἔστι δὲ καὶ ἄλλη κώμη ὁρίου ∆ιοσπόλεως περὶ τὴν Θαμνιτικὴν οὕτω καλουμένην χώραν ἀπὸ Θαμνὰ κώμης. Ἀκαρκά ̣Jos 15, 3̣. Σʹ τὸ ἔδαφος. κώμη ἐστὶν πρὸς τῇ ἐρήμῳ κειμένη. φυλῆς Ἰούδα. Ἀχώρ ̣Jos 15, 7 ̣. φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω. Ἀδομμίμ ̣Jos 15, 7 ̣. φυλῆς Ἰούδα. κώμη νῦν ἔρημος, ἧς ὁ τόπος καλεῖται Μαληδομνεῖ, κατιόντων ἀπὸ Αἰλίας εἰς Ἱεριχώ, ἔνθα ἐστὶ φρούριον. Ἀμάμ ̣Jos 15, 26 ̣. φυλῆς Ἰούδα. Ἀσέρ ̣Jos 15, 27 ̣. φυλῆς Ἰούδα. καλεῖται δὲ καὶ νῦν Ἀσὲρ κώμη μεγίστη ἀπιόντων ἀπὸ Ἀζώτου εἰς Ἀσκαλῶνα. Ἀσαρσουάλ ̣Jos 15, 28 ̣. φυλῆς Ἰούδα. Ἀΐν ̣Jos 15, 32̣. φυλῆς Ἰούδα, ἱερεῦσιν ἀφωρισμένη. ἔστι δὲ κώμη νῦν Βηθανὶν λεγομένη ἀπὸ βʹ σημείων τῆς τερεβίνθου, Χεβρὼν δὲ ἀπὸ τεσσάρων. Ἀσθαώλ ̣Jos 15, 33 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Ἀσθὼ καλουμένη μεταξὺ Ἀζώτου καὶ Ἀσκαλῶνος. Ἀσνά ̣Jos 15, 33 ̣. φυλῆς Ἰούδα. Ἀδολάμ ̣Jos 15, 35 ̣. φυλῆς Ἰούδα. κώμη νῦν ἐστι μεγίστη πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ὡς ἀπὸ σημείων δέκα. Ἀδιαθαΐν ̣Jos 15, 36 ̣. φυλῆς Ἰούδα. λέγεται δέ τις κώμη Ἀδία περὶ τὴν Γάζαν, καὶ ἄλλη Ἀδιθὰ περὶ ∆ιόσπολιν ἐν ἀνατολαῖς. 26 Ἀδασά ̣Jos 15, 37 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη ἐγγὺς Γουφνῶν. Ἄθερ ̣Jos 15, 42̣. φυλῆς Ἰούδα. Ἀσάν ̣Jos 15, 42 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Βηθασὰν καλουμένη ἐν ὁρίοις Αἰλίας πρὸς δυσμαῖς ἀπὸ σημείων ιʹ. Ἀσεννά ̣Jos 15, 43 ̣. φυλῆς Ἰούδα. Ἀχζείβ ̣Jos 15, 44 ̣. φυλῆς Ἰούδα. Ἀνάβ ̣Jos 15, 50̣. φυλῆς Ἰούδα. κώμη εἰς ἔτι νῦν ἐν ὁρίοις Ἐλευθεροπόλεως. ἀλλὰ καὶ Ἀναία ἐστὶ κώμη Ἰουδαίων μεγίστη καλουμένη ἐν τῷ ∆αρωμᾷ πρὸς νότον Χεβρὼν ἀπὸ σημείων θʹ. Ἀσθεμώ ̣Jos 15, 50̣. φυλῆς Ἰούδα. κώμη ἐστὶ καὶ αὐτὴ ἐν τῷ ∆αρωμᾷ ἐν βορείοις Ἀνεῶν. Ἀνείμ ̣Jos 15, 50 ̣. φυλῆς Ἰούδα. ἄλλη Ἀναιὰ πλησίον τῆς προτέρας, ἣ νῦν ὅλη Χριστιανῶν τυγχάνει, οὖσα ἀνατολικὴ τῆς προτέρας. Ἀφακά ̣Jos 15, 53̣. φυλῆς Ἰούδα. Ἀματά ̣Jos 15, 54 ̣. φυλῆς Ἰούδα. Ἀρεββά ̣Jos 15, 60̣. φυλῆς Ἰούδα. Ἀρχιαταρώθ ̣Jos 16, 2̣. πόλις φυλῆς Ἰωσήφ. Ἀταρώθ ̣Jos 16, 5 ̣. φυλῆς Ἐφραΐμ. καὶ νῦν ἐστι κώμη Ἀταροὺθ ἐν βορείοις Σεβαστῆς ὡς ἀπὸ δʹ μιλίων. Ἀδάρ ̣Jos 16, 5 ̣. πόλις φυλῆς Ἐφραΐμ. Ἀσήρ ̣Jos 17, 10̣. πόλις φυλῆς Μανασσῆ. καὶ νῦν ἐστιν οὕτω καλουμένη κώμη κατιόντων ἀπὸ Νέας πόλεως ἐπὶ Σκυθόπολιν ἐν πεντεκαιδεκάτῳ σημείῳ πρὸς αὐτῇ τῇ λεωφόρῳ. Ἀταρώθ ̣Jos 18, 13 ̣. πόλις κλήρου Βενιαμίν. δύο εἰς ἔτι νῦν Ἀταρὼθ περὶ τὴν Αἰλίαν. Ἀναθώθ ̣Jos 21, 18 ̣. πόλις κλήρου Βενιαμίν, ἱερεῦσιν ἀφωρισμένη περὶ τὴν Αἰλίαν ὡς ἀπὸ σημείων τριῶν. ἐντεῦθεν Ἱερεμίας ὁ προφήτης. Ἀδάρ ̣Jos 18, 13 ̣. πόλις κλήρου Βενιαμίν. 28 Αἰλμών ̣Jos 21, 18 ̣. πόλις κλήρου Βενιαμίν, ἱερεῦσιν ἀφωρισμένη. Ἀμεκκασίς ̣Jos 18, 21̣. πόλις κλήρου Βενιαμίν. Αὐείμ ̣Jos 18, 23 ̣. κλήρου Βενιαμίν. Ἀφρά ̣Jos 18, 23 ̣. κλήρου Βενιαμίν. καὶ νῦν ἐστι κώμη Αἰφραίμ τῆς Βηθὴλ ἀπὸ σημείων εʹ πρὸς ἀνατολάς. Ἀμμωενία ̣Jos 18, 24 ̣. κλήρου Βενιαμίν. Ἀφνεί ̣Jos 18, 24 ̣. κλήρου Βενιαμίν. Ἄλφ ̣Jos 18, 28 ̣. κλήρου Βενιαμίν. Ἀρήμ ̣Jos 18, 28 ̣. κλήρου Βενιαμίν. καὶ ἔστι νῦν κώμη περὶ ∆ιόσπολιν Βηθαρὶφ καλουμένη. Ἀμσά ̣Jos 18, 26 ̣. κλήρου Βενιαμίν. Ἀσάρ ̣Jos 19, 3 ̣. πόλις κλήρου Συμεών. Ἀσάν ̣Jos 19, 3 ̣. κλήρου Συμεών. Ἀμαρχαβώβ ̣Jos 19, 5 ̣. κλήρου Συμεών. Ἀΐν ̣Jos 19, 7 ̣. κλήρου Ἰούδα ἢ Συμεών, πόλις ἱερατική. Ἀσεννά ̣Jos 19, 7 ̣. κλήρου Συμεών. Ἀμμαθάρ ̣Jos 19, 13 ̣. κλήρου Ζαβουλών. Ἀνουά ̣Jos 19, 13 ̣. κλήρου Ζαβουλών. καὶ ἄλλη δέ ἐστι κώμη Ἀνουὰ πορευομένων ἀπὸ Νέας πόλεως ἐπὶ τὴν Αἰλίαν σημείοις διεστῶσα ιεʹ. Ἀναθών ̣Jos 19, 14 ̣. κλήρου Ζαβουλών. Ἀχεσελώθ ̣Jos 19, 18 ̣. πόλις κλήρου Ἰσσάχαρ. λέγεταί τις κώμη Χσαλοὺς ἐν τῇ πεδιάδι παρὰ τὸ ὄρος Θαβώρ, ἀπέχουσα