1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

κἀκεῖνοι. Τῆς ἐκβάσεως οὐκ οὔσης τίς ἀληθὴς καὶ ὁ ψευδής; Καὶ τοῦτο ἐφ' ἑτέρων γυμνάζειν χρή. Αὐτὸ δὲ τοῦτο τὸ ἐνύπνιον παραγέσθω εἰς μέσον· λεγέτω ἅπερ ὁ ∆ανιὴλ εἶπε, λεγέτωσαν τἀναντία κἀκεῖνοι. Πόθεν δῆλον ὅτι ψεύδεται, ἢ ἀλη θεύει; Ἤδη οὖν δίδωσι τὴν δοκιμήν. Ἐπὶ δὲ τοῦ Ἰωσὴφ οὐχ οὕτω γέγονεν, ἀλλὰ λέγει τὸ ὄναρ ἐκεῖ νος· ἐγγὺς γὰρ ἦν ὁ καιρός. Ἄξιον δὲ θαυμάσαι, πῶς ἐν Αἰγύπτῳ οὐκ ἠθέλησάν τι πλάσαι οἱ σοφοὶ Αἰγυπτίων ἐκ τοῦ ἀκινδύνου, ἀλλ' ἔφασαν ἀπορεῖν. Εἰ δὲ ὀνείρους οὐκ ἴσασι διακρῖναι, ποῦ ἀλλαχοῦ πιστευτέον αὐτοῖς; Ἄλλως δὲ οὐκ ἔδει ἐκεῖ τοῦτο γε νέσθαι· ἐπὶ δὲ τῆς προφητείας τοῦ Ἰωσὴφ φανερῶς ἐγένετο, καὶ μάλιστα ἐπὶ τῶν εὐνούχων. Ὅρα δὲ τούτους μὴ καλοῦντας τὸν ∆ανιὴλ, ἀλλ' αἱρουμένους ἀποθανεῖν μᾶλλον, ἢ ἐκεῖνον ἰδεῖν εὐδοκιμοῦντα. Ἆρα διὰ τοῦτο μόνον ἐφάνη τὸ ὄναρ, ἵνα ὁ ∆ανιὴλ θαυ μασθῇ; Οὐκ ἔγωγε εἴποιμι ἄν. Ἐπεὶ καὶ εἰ τοῦτο ἦν μόνον, μέγα ἦν τὸ κατόρθωμα καὶ θαυμαστὸν, θεογνωσίαν γενέσθαι τοσαύτην. Πλὴν οὐ τοῦτο μόνον ἐστίν. Ἀλλὰ τί; Ὥστε καὶ τοῦτον σωφρονισθῆναι μανθάνοντα, ὅτι οὐ διὰ παντὸς τὸ γένος αὐτοῦ κρα τήσει (εἰ γὰρ καὶ τούτων εἰρημένων τῆς ἀλαζονείας οὐ καθυφῆκε, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα εἴρητο)· ὥστε τὸν Θεὸν ἐπιγνῶναι Κύριον ὄντα τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ ὀνείρους μᾶλλον εἶχον, διὰ τοῦτο ταῦτα γεγένηται. Ἐντεῦθεν αὐτοὺς πείθει περὶ τῶν μελλόντων, καὶ ἐπειδὴ τούτῳ μάλιστα τοὺς θεοὺς ἐτίμων, τῷ προορᾷν τὰ μέλλοντα. Καὶ γὰρ πᾶσα ἡ μαγγανεία αὐτοῖς περὶ τοῦτο ἦν. Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτείνοντο· καὶ ἐζήτη σαν τὸν ∆ανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀποκτεῖ ναι. Καὶ τότε ∆ανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώ μην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθε ἀνελεῖν τοὺς σοφοὺς Βαβυλῶνος. Καὶ ἐπυνθάνετο αὐτοῦ λέγων· Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως; Εἶδες παῤῥησίαν; εἶδες ἀνδρείαν; πρὸς τὸν ἀνελεῖν κύριον οἷά φησι; Καὶ ὑπὲρ τῶν ἄλλων ἀλγεῖ. Οὐκ ἔχει λόγον, φησὶ, οὐδὲ πρόφασιν, οὐδὲ χρῶμα ἐπίκειται τῷ προστάγματι· 56.201 ἀναιδεῖς γὰρ τούτους καλοῦμεν. Ἐγνώρισε δὲ ὁ Ἀριὼχ τῷ ∆ανιὴλ τὸ ῥῆμα. Καὶ ∆ανιὴλ ἐξῆλθε, καὶ ἠξίωσε τὸν βασιλέα ὅπως χρόνον αὐτῷ δῷ, καὶ τὴν σύγκρισιν τοῦ ἐνυπνίου ἀπαγγείλῃ τῷ βασιλεῖ. Θαύμασον πῶς ἐπέτρεψεν ἐκεῖνος. Ὅρα πανταχοῦ πάντας πειθομένους αὐτῷ. Ὅθεν πῶς ὑπώπτευσεν ἀληθῆ λέγειν αὐτόν; πῶς οὐκ εἶπεν, πάντες ἠλέγχθησαν, ὡμολόγησαν μὴ εἶναι ἀνθρω πίνης φύσεως τοῦτο· καὶ σὺ βάρβαρος ὢν πόθεν οἴει περιγενέσθαι; Ἀλλ' ὅταν ὁ Θεὸς οἰκονομῇ καὶ προκατασκευάζῃ τὰ πράγματα, μηδὲν ἀπόρει. Ἄλλως δὲ καὶ ἀκίνδυνον ἦν ἐπ' αὐτὸν ὕστερον ἐλθεῖν. Τίνος ἕνεκεν οὐκ εὐθέως αὐτῷ ὁ Θεὸς ἀπεκάλυψε; Πρῶτον μὲν ὥστε κατάδηλον γενέσθαι τὸ πρᾶγμα, ὥστε αὐτοὺς ἐν χρείᾳ καταστῆναι πολλῇ. Εἰ γὰρ καὶ προφήτης ἦν, ὅμως ἠγνόησε. Πάλιν σοι διὰ δικαίων ἀπολογεῖται, δεικνὺς ὅτι ἐκείνοις οὐκ ἔδωκε μέλ λουσι κινδυνεύειν χωρὶς εὐχῆς καρτερικῆς, πολλῷ μᾶλλον σοὶ οὐ δώσει. ∆ιὰ τοῦτο πανταχοῦ τὰς εὐχὰς αἰτεῖ ὁ Παῦλος, Τῇ προσευχῇ προσκαρτεροῦντες, γράφων. Οὐ γὰρ ἀρκεῖ βίος καθαρὸς, ἐὰν [μὴ] καὶ εὐχὴ προσῇ. Ὅρα πάλιν τὴν πίστιν αὐτοῦ τὴν πολλήν. ∆εύτερος οὗτος ἄθλος· καὶ πάλιν ὁ ∆ανιὴλ ἡγεῖται τοῦ πράγματος, καὶ χρόνον αἰτεῖ παρεσκευασμένον πρὸς πολλὴν καρτερίαν καὶ εὐχήν. Ὥστε οὐκ ἠξίου εὐθέως ἀκούεσθαι· ἔδωκεν ἐκεῖνος τὴν χάριν, ἀνεκοι νώσατο τοῖς φίλοις. Τότε τῷ ∆ανιὴλ μυστήριον ἀπεκαλύφθη ἐν ὁράματι νυκτός. Καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ ∆ανιὴλ, καὶ εἶπεν· Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστι. Καὶ αὐτὸς ἀλλοιοῖ χρό νους καὶ καιροὺς, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς αἰτοῦσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει· καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι. Σοὶ, ὁ Θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύν εσιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώ σαμεν παρὰ σοῦ. Οὐδέπω φανερῶς