1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

6

μένει ἐν τῷ πυκνῷ τῆς περιόδου διηνεκῶς ἀντιπρόσωπος θέσις, ἅπαν τὸ πρὸς ἡμᾶς τῆς σελήνης μέρος διὰ τῶν ἡλιακῶν ἀκτίνων πεφωτισμένον ἐποίησεν, οὕτως ὅταν ἐπὶ τὰ πλάγια γίνεται τοῦ ἡλίου τοῦ ἀεὶ κατ' αὐτὸν γινομένου τῆς σελήνης ἡμισφαιρίου διαλαμβανομένου τῇ τοῦ ἀκτίνων περιβολῇ, τὸ πρὸς ἡμᾶς κατ' ἀνάγκην ἀποσκιάζεται, ἀντιμεθιστα μένης τῆς λαμπηδόνος ἀπὸ τοῦ μὴ δυναμένου πρὸς τὸν ἥλιον βλέπειν μέρους ἐπὶ τὸν ἀεὶ κατ' ἐκεῖ νον γινόμενον, ἕως ἂν ὑποβᾶσα κατ' εὐθεῖαν τὸν ἡλιακὸν κύκλον κατὰ νώτου τὴν ἀκτῖνα δέξηται, καὶ οὕτω τοῦ ἄνωθεν ἡμισφαιρίου περιλαμφθέντος ἀόρα τον ποιεῖ τὸ πρὸς ἡμᾶς μέρος, τὸ εἶναι καθόλου τῇ ἰδίᾳ φύσει ἀφεγγὲς καὶ ἀφώτιστον· ὅπερ δὴ παν τελὴς τοῦ στοιχείου μείωσις λέγεται. Εἰ δὲ παρέλθῃ πάλιν τὸν ἥλιον κατὰ τὴν ἰδίαν τοῦ δρόμου κίνησιν, καὶ ἐκ πλαγίου γένοιτο τῇ ἀκτῖνι, τὸ πρὸ ὀλίγου ἀλαμπὲς ὑπολάμπειν ἄρχεται, τῆς ἀκτῖνος ἀπὸ τοῦ πεφωτισμένου πρὸς τὸ τέως ἀφανὲς μετιούσης. Ὁρᾷς οἷόν σοι γίνεται ἡ ὄψις διδάσκαλος, οὐκ ἄν σοι παρασχομένη δι' ἑαυτῆς τῶν τοιούτων τὴν θεωρίαν, εἰ μή τι οὖν τὸ διὰ τῶν ὄψεων βλέπων, ὃ τοῖς κατ' αἴσθησιν γινωσκομένοις οἷόν τισιν ὁδηγοῖς κεχρημένον διὰ τῶν φαινομένων, ἐπὶ τὰ μὴ βλεπόμενα διαδύεται; Τί δεῖ προστιθέναι τὰς γεωμετρικὰς ἐφόδους διὰ τῶν αἰσθητῶν χαρα γμάτων, πρὸς τὰ ὑπὲρ αἴσθησιν ἡμᾶς χειραγωγού σας, καὶ μυρία ἐπὶ τούτοις ἄλλα, δι' ὧν συνίστα διὰ τῶν ἐν ἡμῖν σωματικῶς ἐνεργουμένων τῆς ἐγκεκρυμμένης τῇ φύσει ἡμῶν νοερᾶς οὐσίας τὴν κατάληψιν γίνεσθαι; {Γ.} Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν μέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλὴ (ἥ τε γὰρ κίνησις αὐ τοῖς ἐκ τοῦ ἐναντίου ἐστὶν, τοῦ μὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ ἐπὶ τοῦ κάτω βρίθοντος, τὸ δὲ εἶδος οὐ τὸ αὐτὸ, καὶ ἡ ποιότης διάφορος ἔν τινι), τού των κατὰ τὸν λόγον συνουσιωμένην τις εἶναι λέγοι δύναμιν, τὴν τὰς νοητικὰς ταύτας φαντασίας τε καὶ κινήσεις, ἐκ φυσικῆς ἰδιότητός τε καὶ δυνά μεως ἐνεργοῦσαν; Οἷα δὴ πολλὰ βλέπομεν ὑπὸ τῶν μηχανοποιῶν ἐνεργούμενα, ἐφ' ὧν ἡ ὕλη τεχνικῶς 46.36 διατεθεῖσα μιμεῖται τὴν φύσιν, οὐκ ἐν τῷ σχήματι μόνῳ δεικνῦσα τὸ ὅμοιον, ἀλλὰ καὶ ἐν κινή σει γίνεται, καὶ φθόγγον τινὰ ὑποκρίνεται, ἠχοῦντος ἐν τῷ φωνητικῷ μέρει τοῦ μηχανήματος, καὶ οὐδέ που νοητήν τινα δύναμιν γινομένοις ἐνθεω ροῦμεν τὴν καθ' ἕκαστον ἐργαζομένην τὸ σχῆ μα, τὸ εἶδος, τὸν ἦχον, τὴν κίνησιν. Εἰ ταῦτα λέγομεν καὶ περὶ τὸ μηχανικὸν τοῦτο τῆς φύσεως ἡμῶν ὄργανον, μηδεμιᾶς κατὰ τὸ ἰδιάζον νοητῆς οὐ σίας ἐγκεκραμένης γίνεσθαι, ἀλλά τινος τῇ φύσει τῶν ἐν ἡμῖν στοιχείων κινητικῆς δυνάμεως ἐγκειμένης, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀποτέλεσμα εἶναι ἐφ' ἑαυτῆς· τὴν νοητὴν ἐκείνην καὶ ἀσώ ματον τῆς ψυχῆς οὐσίαν ἀποδεικνύοιτο, ἢ τὸ μηδόλως εἶναι;

{Μ.} Ἡ δὲ, Συμμαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπό δειγμα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡμῖν ἀντιῤῥήσεως οὐ μικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντων ἡμῖν βεβαιότητα. {Γ.} Πῶς οὖν τοῦτο λέγεις; {Μ.} Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι μεταχειρί ζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς μηχανήμασι τέχνην μικροῦ δεῖν ἀντὶ τῆς ψυχῆς τῇ ὕλῃ γίνεσθαι, δι' ὧν κίνησίν τε καὶ ἦχον, καὶ σχήματα, καὶ τὰ τοιαῦτα καθυποκρίνεται, ἀπόδειξις ἂν εἴη τοῦ εἶναί τι τοιοῦ τον ἐν τῷ ἀνθρώπῳ, ᾧ ταῦτα πέφυκε διὰ τῆς θεωρητικῆς καὶ ἐφευρετικῆς δυνάμεως κατανοεῖν τε ἐν ἑαυτῷ καὶ προκατασκευάζειν τῇ διανοίᾳ τὰ μηχανήματα, εἶθ' οὕτως εἰς ἐνέργειαν διὰ τῆς τέχνης ἄγειν, καὶ διὰ τῆς ὕλης δεικνύειν τὸ νόημα. Πρῶτον γὰρ ὅτι πνεύματός ἐστι χρεία πρὸς τὴν ἐκ φώνησιν, κατενόησεν· εἶθ' ὅπως ἂν ἐπινοηθείη πνεῦ μα τῷ μηχανήματι τῷ λογισμῷ προεξήτασε, τὴν τῶν στοιχείων φύσιν ἐπισκεψάμενος, ὅτι οὐδὲν κενὸν ἐν τοῖς οὖσίν ἐστιν, ἀλλὰ πρὸς τὸ βαρύτερον παρα θέσει κενὸν τὸ κοῦφον νομίζεται, ἐπεὶ καὶ αὐτὸς ἐφ' ἑαυτοῦ κατ' ἰδίαν ὑπόστασιν μεστός τε ὁ ἀὴρ καὶ πλήρης ἐστί. ∆ιάκενον γὰρ τὸ ἀγγεῖον ἐκ κατα