6
αὐτοὺς τῆς τὰ "ὅλα δημιουργούσης τοῦ θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα ἐν ᾧ φασι "μὴ γεγενῆσθαι τὸν υἱὸν ὑπὸ τοῦ πατρός, ψευδομένης κατ' αὐτοὺς "καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης "γραφῆς. σύμφωνα γοῦν τούτοις βοᾷ καὶ ὁ μεγαλοφωνότατος Παῦλος "φάσκων περὶ αὐτοῦ· " ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ "καὶ τοὺς αἰῶνας ἐποίησεν ", ἀλλὰ καὶ " ἐν αὐτῷ ἐκτίσθη τὰ "πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ "καὶ τὰ ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες, "εἴτε θρόνοι· πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ "αὐτός ἐστι πρὸ πάντων ". "Ἀσεβεστάτης οὖν φανείσης τῆς ἐξ οὐκ ὄντων ὑποθέσεως, ἀνάγκη "τὸν πατέρα ἀεὶ εἶναι πατέρα· ἔστι δὲ πατὴρ ἀεὶ παρόντος τοῦ υἱοῦ, "δι' ὃν χρηματίζει πατήρ· ἀεὶ δὲ παρόντος αὐτῷ τοῦ υἱοῦ, ἀεί ἐστιν "ὁ πατὴρ τέλειος, ἀνελλιπὴς τυγχάνων ἐν τῷ καλῷ, οὐ χρονικῶς "οὐδὲ ἐκ διαστήματος οὐδὲ ἐξ οὐκ ὄντων γεννήσας τὸν μονογενῆ "υἱόν. τί δέ; οὐκ ἀνόσιον τὸ λέγειν μὴ εἶναί ποτε τὴν σοφίαν τοῦ "θεοῦ, τὴν λέγουσαν· " ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα, ἐγὼ "ἤμην ᾗ προσέχαιρεν ", ἢ τὴν δύναμιν τοῦ θεοῦ ποτε μὴ ὑπάρχειν, "ἢ τὸν λόγον αὐτοῦ ἠκρωτηριάσθαι ποτέ, ἢ τὰ ἄλλα ἐξ ὧν ὁ υἱὸς "γνωρίζεται καὶ ὁ πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς "δόξης μὴ εἶναι λέγειν συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν "ἀπαύγασμα. εἰ δὲ καὶ ἡ εἰκὼν τοῦ θεοῦ οὐκ ἦν ἀεί, δῆλον ὅτι "οὐδὲ οὗ ἐστιν εἰκὼν ἔστιν ἀεί. ἀλλὰ καὶ τῷ μὴ εἶναι τὸν τῆς "ὑποστάσεως τοῦ θεοῦ χαρακτῆρα , συναναιρεῖται κἀκεῖνος ὁ 16 "πάντως ὑπ' αὐτοῦ χαρακτηριζόμενος. ἐξ ἧς ἔστιν ἰδεῖν τὴν υἱότητα "τοῦ σωτῆρος ἡμῶν οὐδεμίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν "υἱότητα. ὃν τρόπον γὰρ ἡ ἄρρητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ "ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἶναι ἐχαρίσατο, "οὕτως καὶ ἡ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεό "τητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δι' αὐτοῦ θέσει υἱοθετηθέντων. "ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει, τέλειος ὢν καὶ διὰ πάντων "ἀνενδεής· οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι τῆς παρὰ τούτου "βοηθείας δέονται. τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ θεοῦ σοφία, "ἢ τί προσλαβεῖν ἡ αὐτοαλήθεια; ἢ ὁ θεὸς λόγος πῶς ἂν ἔχοι βελ "τιωθῆναι ἢ ἡ ζωὴ ἢ τὸ ἀληθινὸν φῶς; εἰ δὲ τοῦτο, πόσῳ πλέον "ἀφύσικον τυγχάνει μωρίας ποτὲ δεκτικὴν γενέσθαι τὴν σοφίαν ἢ τὴν "τοῦ θεοῦ δύναμιν ἀσθενείᾳ προσπλακῆναι, ἢ ἀλογίᾳ τὸν λόγον "ἀμαυρωθῆναι ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκότος, τοῦ μὲν "ἀποστόλου αὐτόθεν λέγοντος " τίς κοινωνία φωτὶ πρὸς σκότος, "ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ ", τοῦ δὲ Σολομῶντος "ὅτι ἀδύνατον ἂν εἴη κἂν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι ὁδοὺς ὄφεως "ἐπὶ πέτρας , ἥτις κατὰ Παῦλόν ἐστιν ὁ Χριστός; οἱ δὲ κτίσματα "αὐτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι "προκόπτειν ἀρεταῖς ἀσκούμενοι καὶ νομίμοις ἐντολαῖς πρὸς τὸ μὴ "ἁμαρτάνειν. διὸ δὴ ὁ κύριος ἡμῶν, φύσει τοῦ πατρὸς υἱὸς τυγχά "νων, ὑπὸ πάντων προσκυνεῖται· οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς " δουλείας , ἐξ ἀνδραγαθημάτων καὶ προκοπῆς τὸ τῆς υἱοθεσίας 17 "λαβόντες πνεῦμα , διὰ τοῦ φύσει υἱοῦ εὐεργετούμενοι γίγνονται "αὐτοὶ θέσει υἱοί. "Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον καὶ φυσικὴν καὶ κατ' "ἐξαίρετον υἱότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο, περὶ θεοῦ εἰπών· " ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν (δηλον "ότι τῶν μὴ φύσει υἱῶν) παρέδωκεν αὐτόν ". πρὸς γὰρ ἀντι "διαστολὴν τῶν οὐκ ἰδίων αὐτὸν ἴδιον υἱὸν ἔφησεν εἶναι. ἐν δὲ τῷ "Εὐαγγελίῳ· " οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδό "κησα ". ἐν δὲ Ψαλμοῖς ὁ σωτήρ φησιν· " κύριος εἶπε πρός με· "υἱός μου εἶ σύ ". γνησιότητα ἐμφανίζων σημαίνει μὴ εἶναι αὐτοῦ "γνησίους υἱοὺς ἄλλους τινὰς παρ' αὐτόν. τί δὲ καὶ τὸ " ἐκ γαστρὸς "πρὸ ἑωσφόρου ἐγέννησά σε "; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιώ "σεως φυσικὴν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ καὶ προ "κοπῆς ἀσκήσει, ἀλλὰ φύσεως ἰδιώματι ταύτην λαχόντος; ὅθεν καὶ "ἀμετάπτωτον ἔχει τὴν υἱότητα ὁ μονογενὴς υἱὸς τοῦ πατρός. τὴν "δὲ τῶν