1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

113

παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν. Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσ φέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσῳ τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. οἱ δὲ μικρὸν γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν· ἐπειδὴ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρή σατο λόγοις· "εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου· ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις· κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς· ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκό νος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα." Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα. καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε καὶ τῆς ὀργῆς τὴν 317 αἰτίαν ἐδήλωσεν. "οὐκ ἔδει γάρ", ἔφη, "ἐμοῦ πλημμελήσαντος, γυ ναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλί σαι". προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν. Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυ θῆναι κελεύων. Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκου μένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ' ἀβάτους εἶναι προσέταξε. καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκο λούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα. Ἰοβιανὸς δὲ τὴν βασιλείαν πα ραλαβὼν πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν. καὶ Βαλεν τινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν· καὶ οἱ τοῦ ∆ιονύσου τὰ ὄργια τετελεσμένοι μετὰ 318 τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες καὶ μεμηνότες καὶ βακχεύοντες καὶ τὰ ἄλλα δρῶντες ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρ ριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε. Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἢ τῇ πο λυχειρίᾳ χρησάμενος. ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώ τατον. ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην,