1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

78

συντάξεως τὸ τριτημόριον Ἰοβιανὸς τὸ τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑπο σχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρέξειν τὸ σιτηρέσιον. Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια, ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ τὸν Βόσπορον ὥρμησεν. ἐν ∆αδαστάνῃ δὲ (κώμη δὲ αὕτη Βιθυνῶν καὶ Γαλατῶν ἐν μεθορίῳ κειμένη) τοῦδε τοῦ βίου τὸ τέλος ἐδέξατο, αὐτὸς μὲν μετὰ μεγίστων καὶ καλλίστων ἐφοδίων ἀπάρας, τοὺς δὲ τῆς βασιλικῆς ἐκείνης ἡμερότητος γεγευμένους ἐν ὀδύνῃ καταλιπών. οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν, καὶ δι' ἐκείνου μὲν διδάσκειν ὡς μάλα εὐπετῶς 217 παρέχειν ἃ βούλεται δύναται, διὰ δὲ τούτου καὶ διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν. Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες ἐθρήνησαν μὲν ὡς πατέρα τὸν ἀπελθόντα, Βαλεντινια νὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον ἀλλὰ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ μεγέθει σώματος διαπρέποντα. οὕτω δὲ ἦν βασιλικός τε καὶ μεγαλόφρων ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῷ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον· "ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας· ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγώ, ἐμὸν λοιπὸν καὶ οὐχ ὑμέτερον τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων". τούσδε τοὺς λόγους καὶ θαυμά σαντες καὶ στέρξαντες οἱ στρατιῶται εἵποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι. ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐκ ὤφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογ μάτων διαφθορὰν εἰσδεξάμενον· καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε. καὶ τὴν Ἑσπέραν καταλαβὼν πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος. Αὐξεντίου γάρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς 218 τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· "ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρ τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν. τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλὰς καὶ τοὺς παρ' ἐκείνου γιγνομένους ἐλέγχους (ἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκη) ὡς ἰατρικὴν ἀσπαζώμεθα θερα πείαν". Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι σοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον. ὁ δὲ ἔφη· "μεῖζον ἢ καθ' ἡμᾶς τὸ ἐγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθε". οὗτοι μὲν οὖν ἐξελθόντες καθ' ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες. οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο, οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν. οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφῆκαν φωνήν, Ἀμβρόσιον 219 σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα. ἔτι δὲ οὗτος ἀμύητος ἦν. ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα· ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκρι βεστέρας τὰς ψήφους.