1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

101

εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι". ταῦτα ἠπίως μὲν ἅμα καὶ φιλοφρόνως ὁ θεῖος εἶπε Μελέτιος, ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν. ὁ δὲ στρατηγὸς κριτὴς τῶν εἰρημένων γενόμενος τῷ μεγάλῳ Μελετίῳ τὰς ἐκκλησίας παρέδωκεν, ὁ δὲ Παυλῖνος διέμεινε τῶν ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγού μενος. Ἀπολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρ ρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. καὶ αὐτὸς μὲν ἐν Λαοδικείᾳ τὰ πλεῖστα διέτριβεν· ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον καὶ τοῖς ἀποστολικοῖς δόγ μασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον. Ὁ δὲ θεῖος Μελέτιος ∆ιόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς ἐκκλησίας διασώ σαντα σκάφος, Ταρσῶν κατέστησε ποιμένα καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος. Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο· κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος. οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον. ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν, τοῦτον ἀπέστειλεν ἰατρὸν ἀλεξίκακον· καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς καὶ τοῖς θείοις ἐνετέθραπτο δόγ μασι. καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη· τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέβαλε τοὺς λύκους εἰς πρόβατα. 283 Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω καὶ ζήλῳ θείῳ κεκοσμημένω. φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσσης κεχειροτονηκέναι ποιμένα· Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο. Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνόν, ταῖς Κάρραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει. ὁ δὲ θεῖος Εὐσέβιος ἔσχατον ἐπίσκοπον Μάριν τῇ ∆ολιχῇ κεχειροτόνηκε· πολίχνη δὲ αὕτη σμικρὰ καὶ τῆς Ἀρειανικῆς νόσου κατ' ἐκεῖνο καιροῦ μετειλήφει. τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα καὶ πολλοῖς εἴδεσιν ἀρετῆς ἠγλαϊσμένον, ἐνιδρῦσαι τοῖς ἱερατικοῖς ἐθελήσας θώκοις, ὁ μέγας Εὐσέβιος τὴν ∆ολιχὴν κατέλαβεν. εἰσιόντι δὲ αὐτῷ γυνή τις τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὃς τήν τε κεφαλὴν συνέτριψε καὶ μετ' ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέ πεμψεν. ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδή σας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν, καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου δεσπότην, ὃς περὶ τῶν ἐσταυρωκότων ἔφη· " πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι ", καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα· " κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην ". τοιοῦτον μετὰ τοὺς παντοδαποὺς 284 ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος· καὶ τοὺς ἐν Θρᾴκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι' ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. ταῦτα μὲν οὖν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διά τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων τε καὶ ὁμοφύλων βαλ λόμενος ἐν ταῖς Σπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δρᾶσαι (φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ