1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

83

τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον. καὶ τοῦτο μὲν εὖ γε ἔδοξε καὶ μάλα σοφῶς· τὸ δὲ μετὰ τοῦτο πολλὴν τῆς ψυχῆς μαλακίαν καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ. τὸ γὰρ ὅμοιον πέπονθεν ὁ ταλαίπωρος πάθος Ἀδὰμ τῷ προπάτορι. τοῖς γὰρ τῆς ὁμόζυγος λόγοις καὶ οὗτος καταθελχθεὶς ἐξηνδραποδίσθη, καὶ γέγονεν οὐ δορυάλωτος, ἀλλ' ἀπατηλῶν καὶ γυναικείων ῥημάτων ὑπήκοος. τῆς γάρ τοι Ἀρεια νικῆς ἐξαπάτης ἐκείνη πρότερον θήραμα γενομένη συνεθήρευσε καὶ τοῦτον, καὶ σὺν αὐτῇ πεσεῖν εἰς τὸ τῆς βλασφημίας ἀνέπεισε βάρα θρον. ἡγεῖτο δὲ ξεναγῶν καὶ μυσταγωγῶν ὁ Εὐδόξιος· αὐτὸς γὰρ ἔτι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ ἰθύνων ἀλλὰ βαπτίζων τὸ σκάφος. τότε δὴ οὖν παρ' αὐτὸν τῆς μυήσεως τὸν καιρὸν ὅρκοις δεσμεῖ τὸν τρισάθλιον, ὥστε καὶ τῇ τοῦ δόγματος δυσσεβείᾳ προσμεῖναι, καὶ τοὺς τἀναντία φρονοῦντας πάν τοθεν ἐξελάσαι. 233 Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς ἐναντίας μερίδος ἐγένετο· καὶ βραχέος διεληλυθότος χρόνου τὰ λει πόμενα τῶν ὀμωμοσμένων ἐπλήρωσεν. ἐξήλασε μὲν γὰρ ἐκ τῆς Ἀντιόχου τὸν μέγαν Μελέτιον, ἐκ δὲ Σαμοσάτων τὸν θεῖον Εὐσέ βιον, Λαοδίκειαν δὲ Πελαγίου τοῦ θαυμασίου ποιμένος ἐστέρησεν· ὃς ἐδέξατο μὲν νέος ὢν τὸν τοῦ γάμου ζυγόν, ἐν αὐτῇ δὲ τῇ παστάδι, τῇ πρώτῃ τῶν γάμων ἡμέρᾳ, τὴν ἁγνείαν ἔπεισε τῆς κοινωνίας προτιμῆσαι τὴν νύμφην καὶ φιλοστοργίαν ἀδελφικὴν ἀντὶ γαμικῆς συναφείας ἔχειν αὐτὴν ἐξεπαίδευσεν. οὕτω μὲν δὴ τὴν σωφροσύνην κατώρθωσεν. εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ἐν ἑαυτῷ σὺν αὐτῇ χορευούσας· οὗ δὴ ἕνεκα ψήφῳ κοινῇ τὴν προεδρίαν ἐδέξατο. ἀλλ' ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτίνες κατῄδεσαν τὸν τῆς ἀλη θείας πολέμιον· ἀλλὰ τοῦτον μὲν εἰς τὴν Ἀραβίαν ἐξέπεμψεν, εἰς δὲ τὴν Ἀρμενίαν τὸν θεῖον Μελέτιον, εἰς δέ γε τὴν Θρᾴκην Εὐσέβιον τὸν τοῖς ἀποστολικοῖς ἱδρῶσι περιρρεόμενον. Οὗτος γὰρ πολλὰς τῶν ἐκκλησιῶν ἐρήμους εἶναι ποιμένων μαθών, στρατιωτικὸν ἀμπεχόμενος σχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαι στίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν· εἰ δέ ποτε καὶ ἐπισκόπων ὁμογνωμόνων ἐπέτυχε, καὶ προέδρους ταῖς δεομέναις ἐκκλησίαις προὐβάλλετο. Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξά μενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον 234 οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν. ἀφίκετο μὲν γὰρ ὁ τοῦτον κομίζων τὸν νόμον περὶ δείλην ὀψίαν· ὁ δέ οἱ σιγῆσαί τε παρηγγύησε καὶ κρύψαι τῆς ἀφίξεως τὴν αἰτίαν. "εἰ γὰρ μάθοι", ἔφη, "τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν, ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας". ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων· εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων. καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην (παρ' αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν. ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἦν καὶ θρήνων μεστά. τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσή κει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποι μένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο. ἐπειδὴ δὲ ἀφίκοντο καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες καὶ πηγὰς δακρύων προχέοντες πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα. ἐπειδὴ δὲ οὐκ ἔπεισαν (ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον ὃς διαγορεύει σαφῶς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι ) οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἀργύριον, ἄλλοι δὲ ἐσθῆτα, ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ ἑκὰς κειμένην ἀπαίροντι γῆν. ὁ δὲ σμικρά τινα παρὰ τῶν