1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

106

ἀνατολικῆς διοικήσεως συν 294 "δραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς ἐκκλησίας "ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης· ἥνπερ ἔνθεσμον χειρο τονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν. τῆς δέ γε μητρὸς ἁπα "σῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις τὸν αἰδεσιμώτατον καὶ "θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε "παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ πλεῖστα πρὸς "τοὺς Ἀρειανοὺς ἐν διαφόροις χρόνοις ἀθλήσαντα. "Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ' ἡμῖν κεκρατηκόσι καὶ τὴν "ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσι "τευούσης ἀγάπης καὶ τοῦ κυριακοῦ φόβου πᾶσαν μὲν καταστέλλοντος "ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν προτι "μοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ' ἕνα συνηθείας ἢ χάριτος. "οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου καὶ τῆς Χρι "στιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ "τῶν ἀποστόλων κατεγνωσμένον· " ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ "Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ" , πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν "ἡμῖν οὐ μεμέρισται , θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς "ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας " παραστησόμεθα ." Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν εἰρηκότες· "καὶ τὸν "τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε "ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχό μενοι". 295 Καὶ ∆άμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε· καὶ τοῦτο τοῖς τὴν Ἑῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων δεδήλωκεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον. "Ἐπιστολὴ ∆αμάσου ἐπισκόπου Ῥώμης. "Ὅτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη "ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι. "καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος ἀπόστολος "καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς "ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς. "ἀλλὰ διὰ τοῦτο οἵῳ δή ποτε τρόπῳ σπουδάζομεν εἴ πως δυνηθεί "ημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτοῦ παραγενέσθαι. "Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τὸν μαθη "τὴν τοῦ Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος "καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ 296 "τοῦ λοιποῦ ἰσχύειν. εἰ δ' ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιός, ἅπαξ καὶ "δεύτερον καταδηχθείς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς "ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις "τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα "ἐκκλίνατε. ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης "μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ἐγγράφως ἐξετέθη, "βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε· καὶ μὴ "ματαιολογίας καὶ ἠφανισμένας ζητήσεις κατὰ ταύτης ὑπομείνητε "ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν. ἤδη γὰρ ἅπαξ τύπον "ἐδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι ὅπερ "παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου· " εἴ "τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω ". "ὁ γὰρ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν τῷ γένει τῶν "ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν "σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἁμαρτίαις ἐνεχόμενον "πάσης ἁμαρτίας ἐλευθερώσῃ. τοῦτον εἴ τις ἤτοι ἀνθρωπότητος ἢ "θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος "τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι. 297 "Τί τοίνυν πάλιν παρ' ἐμοῦ ζητεῖτε τὴν καθαίρεσιν Τιμοθέου; "ὃς καὶ ἐνταῦθα κρίσει τῆς ἀποστολικῆς