1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

88

τῆς τῶν ἐναντίων αὐτὸν αὖθις γενέσθαι μερίδος παρῄνεσεν, εἶτα μὴ πείσας τὸν περὶ τῆς ἐξορίας γραφῆναι νόμον ἐκέλευσε. τοῦτον δὲ 246 τῇ χειρὶ πειραθεὶς βεβαιῶσαι οὐδεμίαν στοιχείου κεραίαν ἐξέτεινεν· ὁ γὰρ κάλαμος συνετρίβη. ἐπειδὴ δὲ καὶ ὁ δεύτερος καὶ ὁ τρίτος κάλαμος ταὐτὸ πάθος ὑπέμεινε καὶ βεβαιῶσαι τὸν δυσσεβῆ νόμον ἐκεῖνον ἐφιλονείκει, ἐσείσθη μὲν ἡ δεξιὰ καὶ τρόμον ἐδέξατο· δείματος δὲ πλήρης ἡ ψυχὴ γενομένη ἀμφοῖν τοῖν χεροῖν τὸν χάρτην διέρρηξε. καὶ πέπεικε τῶν ὅλων ὁ πρύτανις ὡς καὶ τοὺς ἄλλους αὐτὸς ἐνδέ δωκεν ἐκεῖνα παθεῖν, καὶ τοῦτον τῶν ἐπιβουλῶν ἀπέφηνε κρείττονα· διὰ μὲν τῶν περὶ τοῦτον γεγενημένων τὴν δύναμιν τὴν οἰκείαν δεικνύς, διὰ δὲ τῆς ἑτέρας οἰκονομίας τῶν ἀρίστων ἀνδρῶν τὴν ἀν δρείαν κηρύττων. ἐνταῦθα μὲν οὖν ὁ Βάλης προσβαλὼν τῆς ἐλπίδος ἐψεύσθη. Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων. καὶ ὁ λαὸς δὲ ἅπας ταῖς εὐφημίαις ἐδήλου τὴν ἡδονήν· τῶν γὰρ Ἀθανασίου συμμετέ σχεν ἱδρώτων καὶ ἐνδημοῦντί τε καὶ ἀποδημοῦντι συνῆν καὶ τοὺς παντοδαποὺς σὺν ἐκείνῳ κινδύνους ὑπέμεινεν. διά τοι τοῦτο καὶ τῶν ἀρχιερέων συνέδραμον οἱ πελάζοντες, καὶ τὰς ἀσκητικὰς κατα λιπόντες παλαίστρας οἱ ἐν ἐκείναις διάγοντες τὸν Ἀθανασίου θρόνον κληρονομῆσαι τὸν Πέτρον ἠξίουν. Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουδαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ 247 παρεγγυῶν· καὶ γὰρ ἄκοντα ἐξελάσειν ἠπείλει. ἐποίει δὲ ταῦτα τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν, τῇ δέ γε ἀληθείᾳ τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος. τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο, καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τῆς ἐκκλησίας τὴν ζάλην. Πέτρος μὲν οὖν ὁ θαυμάσιος, τὸν ἀδόκητον θεασάμενος πόλεμον, λαθὼν ἐξελήλυθε καὶ σκάφους ἐπιβὰς εἰς τὴν Ῥώμην ἀπῆρεν. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λού κιον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὗ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε. τὸ δὲ πλῆθος ταῖς Ἀθανασίου διδασκαλίαις ἐντεθραμμένον, εἶτα ἐναντίαν τροφὴν θεασάμενον, τῶν ἐκκλησιαστικῶν ἀπέστη συλλόγων. ὁ δὲ Λούκιος, δορυφόροις κεχρημένος τοῖς τῶν εἰδώλων θεραπευταῖς τοὺς μὲν ᾐκίζετο, τοὺς δὲ καθεῖργε, τοὺς δὲ δραπετεύειν ἠνάγκαζεν, ἄλλων δέ, βαρβάρων δίκην, ἐπόρθει τὰς οἰκίας. ἀλλὰ ταῦτα ἄμεινον ὁ ἀξιάγαστος Πέτρος ἐν ἐπιστολῇ διηγήσατο· ἐγὼ δὲ μίαν ἀνοσιουρ γίαν τοῦ Λουκίου διηγησάμενος ἐκείνην ἐνθήσω τῇ συγγραφῇ τὴν ἐπιστολήν. Ἄνδρες ἐν Αἰγύπτῳ τὴν τῶν ἀγγέλων πολιτείαν ζηλώσαντες τοὺς μὲν πολιτικοὺς θορύβους ἀπέδρασαν, τὴν ἐν ἐρήμῳ δὲ προεί λαντο βιοτὴν καὶ τὴν ψαμμώδη καὶ ἄκαρπον καρποφόρον ἀπέφηναν, καρπὸν τῷ θεῷ ἥδιστόν τε καὶ κάλλιστον φέροντες ἣν ἐνομοθέτησεν ἀρετήν. ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας, παιδο τρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον. τοὺς ἐκείνου οὖν θιασώτας (αὐτὸς γὰρ μετὰ τῶν με 248 γίστων τε καὶ καλλίστων φορτίων εἰς τοὺς ἀπηνέμους λιμένας καθ ώρμιστο) ὁ δύστηνος ἐξήλασεν καὶ τρισάθλιος. τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν ἐκεί νου γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἴς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀν θρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον. τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παρ' ἐκείνοις τιμώμενος τὸ ἱδρυμένον