1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

98

ὀργι σθεὶς δὲ ὁ βασιλεύς· "καὶ ἐπανήξω", ἔφη, "καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας". ὁ δὲ ἥκιστα δείσας τὴν ἀπειλὴν ἔφη βοῶν· "κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος". 273 Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου ∆αβὶδ ἐβόα· " ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην ". Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν, αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν. οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην ἐτρέποντο καὶ κατεκτείνοντο διωκόμενοι· καὶ οἱ μὲν ἔφευγον κατὰ τάχος, οἱ δὲ κατὰ κράτος ἐδίωκον. κατα λαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι ἔνθα ὁ Βάλης τὴν ἧτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον. οὕτω μὲν οὖν ἐκεῖνος κἀν τῷ παρόν τι βίῳ ποινὴν ἔτισεν ὑπὲρ ὧν ἐπλημμέλησεν. Ἐγὼ δὲ προὔργου νομίζω διδάξαι τοὺς ἀγνοοῦντας ὅπως οἵδε οἱ βάρβαροι τὴν Ἀρειανικὴν εἰσεδέξαντο νόσον. ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος ὑπέθετο τῷ βασιλεῖ πεῖσαί οἱ κοινωνῆσαι τοὺς Γότθους· πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτίνας δεξάμενοι τοῖς ἀπο στολικοῖς ἐνετρέφοντο δόγμασι. "βεβαιοτέραν γάρ", ἔφη, "τὸ κοινὸν 274 τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται". ταύτην ἐπαινέσας τὴν γνώ μην ὁ Βάλης προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν· οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν. κατ' ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτους ὑπελάμβα νον νόμους. τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος καὶ χρήμασι δελεάσας, πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι. ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν. οὗ δὴ εἵνεκα μέχρι καὶ τή μερον οἱ Γότθοι μείζονα μὲν τὸν πατέρα λέγουσι τοῦ υἱοῦ, κτίσμα δὲ τὸν υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν. ἀλλ' ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον· καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς οὐκ εἶναι δογμάτων ἔφη διαφοράν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν. 275 Κεφάλαια τοῦ εʹ λόγου αʹ. Περὶ τῆς Γρατιανοῦ τοῦ βασιλέως εὐσεβείας. βʹ. Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων. γʹ. Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαο δικέως καινοτομίας, καὶ τῆς Μελετίου φιλοσοφίας τε καὶ φιλο θεΐας. δʹ. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων. εʹ. Περὶ τῆς Θεοδοσίου στρατηγίας. ʹ. Περὶ τῆς τούτου βασιλείας καὶ ὧνπερ εἶδεν ὀνείρων. ζʹ. Τίνες ἐπίσημοι τῆς Ἀρείου δυσσεβείας ἐγένοντο προστάται. ηʹ. Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου. θʹ. Συνοδικὸν παρὰ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου γραφὲν πρὸς τοὺς δυτικοὺς ἐπισκόπους. ιʹ. Συνοδικὸν ∆αμάσου ἐπισκόπου Ῥώμης κατὰ Ἀπολιναρίου καὶ Τιμοθέου γραφέν. ιαʹ. Ἄλλο τοῦ αὐτοῦ συνοδικὸν κατὰ διαφόρων αἱρέσεων. ιβʹ. Περὶ τῆς Γρατιανοῦ τελευτῆς καὶ τῆς Μαξίμου τυραννίδος. ιγʹ. Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ Ἀμ βροσίου γεγενημένης ἐπιβουλῆς. 276 ιδʹ. Περὶ τῶν παρὰ Μαξίμου τοῦ τυράννου Βαλεντινιανῷ τῷ νέῳ δηλωθέντων. ιεʹ. Περὶ τῶν παρὰ Θεοδοσίου τοῦ βασιλέως περὶ τούτου γραφέν των. ιʹ. Περὶ Ἀμφιλοχίου τοῦ ἐπισκόπου Ἰκονίου. ιζʹ. Περὶ τῶν ἐν Θεσσαλονίκῃ γεγενημένων σφαγῶν. ιηʹ. Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου παρρησίας καὶ τῆς τοῦ βασι λέως εὐσεβείας. ιθʹ. Περὶ Πλακίλλης τῆς βασιλίδος. κʹ. Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης στάσεως. καʹ. Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων εἰδωλικῶν ναῶν. κβʹ. Περὶ Μαρκέλλου τοῦ