1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

125

τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι. πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων. Ῥώμης · Μιλτιάδης, Σίλβεστρος, Ἰούλιος, Λιβέριος, ∆άμασος, Σιρίκιος, Ἀναστάσιος, Ἰννοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος. Ἀντιοχείας · Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος· οὗτοι ὀρθόδοξοι. μετὰ τούτους αἱρετικοὶ δῆθεν κοινωνικοί· Εὐλάλιος, Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος, Εὐδόξιος. εἶτα ὀρθόδοξοι· Μελέτιος, Φλαβιανός, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος· καὶ συνήφθησαν τούτοις Παυλῖνος, Εὐάγριος. 349 Ἀλεξανδρείας · Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, εἶτα Γρηγόριος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, Γεώργιος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, μετὰ τοῦτον Πέτρος, εἶτα Λούκιος αἱρετικός, εἶτα πάλιν ὁ αὐτὸς Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος. Ἱεροσολύμων · Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος. Κωνσταντινουπόλεως · Ἀλέξανδρος, εἶτα Εὐσέβιος ὁ ἐκ Νικομηδείας ἐκ μεταθέσεως, αἱρετικός, μετὰ τοῦτον Παῦλος ὀρθόδοξός τε καὶ μάρτυς, μετὰ τοῦτον Μακεδόνιος αἱρεσιάρχης πνευματομάχος· τοῦτον παρωσάμενος Εὐδόξιος ὁ δυσσεβὴς κατέσχε τὴν ἐκκλησίαν· μετὰ τοῦτον ∆ημόφιλος ὁ Βερόης τῆς Θρᾴκης ἑαυτὸν ἐκεῖ μετέθηκεν· εἶτα Γρηγόριος ὁ Ναζιανζοῦ γενόμενος ὕστερον, μετὰ τοῦτον Νεκτάριος, Ἰωάννης, Ἀρσάκιος, Ἀττικός, Σισίννιος.