1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

14

"θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν "χωρὶς αἰτίου εἶναι ἀλλ' ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ "θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος ἐκ τῆς τοῦ πατρὸς οὐσίας. τοῦτο γὰρ "ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου τοῦ πατρός. καὶ περὶ μὲν τοῦ "γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. 36 "Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους εἰ "λέγοιεν τὸν υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν σοφίαν τε μόνην τοῦ "πατρὸς καὶ εἰκόνα ἀΐδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ "πατρὸς καὶ θεὸν ἀληθινόν , κατελήφθησαν οἱ περὶ Εὐσέβιον δια "νεύοντες ἀλλήλοις ὅτι· "καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ "ἡμεῖς " εἰκὼν καὶ δόξα θεοῦ " λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται "" ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες "· καὶ δυνάμεις πολλαί εἰσιν, καὶ "" ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις τοῦ θεοῦ ἐκ γῆς Αἰγύπτου ", ""ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς " λέγεται " δύναμις μεγάλη ", καὶ "" κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ "θεὸς Ἰακώβ ". ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ "ἁπλῶς, ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν "ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός "ἐστιν". "Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐν "ταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον "ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ ποταμὸν καὶ " χαρακτῆρα πρὸς τὴν ὑπόστασιν , καὶ τὸ " ἐν τῷ φωτί σου "ὀψόμεθα φῶς ", καὶ τὸ " ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ". καὶ λευκό "τερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν. "τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. "Καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται "παρ' αὐτῶν μάταιος· ἐξ ἀγράφων γὰρ ἀσεβήσαντες (ἄγραφα δὲ τὸ 37 "ἐξ οὐκ ὄντων καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν), αἰτιῶνται διότι ἐξ "ἀγράφων μετ' εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. αὐτοὶ μὲν "γὰρ ὡς ἐκ κοπρίας εὑρόντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς, οἱ δὲ ἐπί "σκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις ἀλλ' ἐκ τῶν πατέρων ἔχον "τες τὴν μαρτυρίαν, οὕτως ἔγραψαν. ἐπίσκοποι γὰρ ἀρχαῖοι, πρὸ ἐτῶν "ἐγγύς που ἑκατὸν τριάκοντα, τῆς τε μεγάλης Ῥώμης καὶ τῆς "ἡμετέρας πόλεως, ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ "ὁμοούσιον τῷ πατρί. καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος "ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ "αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ· ἔγραψε καὶ "τοῖς ἰδίοις διαβεβαιούμενος ὅτι καὶ τῶν παλαιῶν τινας λογίους "καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ "πατρὸς καὶ τοῦ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνό "ματι." Οὗτοι μὲν οὖν κατακρύψαντες τὴν νόσον (ἔδεισαν γὰρ τῶν ἐπι σκόπων τὸ πλῆθος) τοῖς ἐκτεθεῖσι συνέθεντο, τὴν προφητικὴν κατη γορίαν ἐπισπασάμενοι. βοᾷ γὰρ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων θεός· " ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ ". Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν 38 Ἀρείου βλασφημίαν τῆς εὐαγγελικῆς προτετιμηκότες διδασκαλίας. Αὖθις δὲ συνελθόντες εἰς τὸ συνέδριον περὶ τῆς ἐκκλησιαστικῆς πολι τείας νόμους ἔγραψαν εἴκοσι. Ἐπειδὴ δὲ καὶ Μελίτιος τῆς ἐπισκοπικῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, εἶτα ἐπί τισι παρανομίαις διε λεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, καθῃρέθη μέν, οὐκ ἔστερξε δὲ τὴν τῆς καθαιρέσεως ψῆφον τήν τε Θηβαΐδα καὶ τὴν πελάζουσαν Αἴγυπτον θορύβου καὶ ζάλης ἐνεπίμπλα, τυραννίδι κατὰ τῆς Ἀλεξάνδρου χρώμενος προεδρίας, ἔγραψαν πρὸς τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἃ περὶ τῆς τούτου νεωτεροποιΐας ἐνομοθέτησαν. ἔστι δὲ ταῦτα· "Συνοδικὴ ἐπιστολή. τῇ ἁγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ θεοῦ, Ἀλε "ξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ "Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν "μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ "χαίρειν. "Ἐπειδὴ