1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

30

τῶν χριστιανῶν "(ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα, "ὅταν καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι "βουλομένῳ κοσμῆται. σοί τε οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις τε ὡσαύ "τως ὑπάρχοι τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις. οὕτω γὰρ ἕξεις τὸν "τῶν ὅλων δεσπότην πρᾶον, ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, "ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ "εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων. τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ "φιλανθρωπίας. σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ "τῆς πίστεως τὴν χάριν." Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνον τῶν ὑπηκόων ἐπιμελούμενος ἀλλὰ καὶ 80 τῶν ὑφ' ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος. διά 80 τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε καὶ τῆς τε Εὐρώπης ἁπάσης καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχε τοὺς ἀρχομένους καὶ τῷ χαλινῷ μεθ' ἡδονῆς πειθομένους. καὶ μὲν δὴ καὶ τῶν βαρβάρων οἱ μὲν ἑκόντες ἐδούλευον, οἱ δὲ πολέμῳ κρατούμενοι· καὶ πανταχοῦ τρόπαια ἵστατο καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο. ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν· ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα. Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ περιέφερεν, οἱ δὲ τῆς ἱερωσύνης ἠξιωμένοι οὐ μόνον οἰκο δομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια. τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαι ροῦντες ἐξήλαυνον. οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου τὸ πολυ θρύλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες; ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς. ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι. Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνί σατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐν τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος 81 ἀξιάγαστος. οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ γε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος. συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πάνυ νέος μὲν ὢν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος. ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ θεῷ πολεμεῖν ἐγνωκότες, καὶ γνόντες τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυσ σεβείας ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν. τούτου δὴ εἵνεκα τοιόνδε τι μηχανῶνται. Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον· τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν' ἀνύπο πτον ᾖ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφῆναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ. καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν Κωνσταν τινούπολιν τὸν Ἀθανάσιον ἤγαγον. ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν· δηλοῖ δὲ ταῦτα καὶ ὁ βασιλεὺς ἐξ ὧν πρὸς τὴν Ἀλεξαν δρέων ἔγραψεν ἐκκλησίαν, ὧν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγ γραφῇ. 82 "Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύ "σατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες τοὺς "ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας "ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ "ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας "ὁμονοίας