1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

120

τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι. οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν. ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν. ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν· οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι. 335 σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον. καὶ ἕτεροι δὲ μετ' ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο. ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα· πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες. Τότε μὲν οὖν τὸ τῶν δυσμενῶν διελύθη στῖφος. ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λει τουργίας. ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ' ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι. καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν· Κουκουσὸς δὲ ὄνομα ταύτῃ. κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν· τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτο νεῦον βαρβάροις. ἀλλ' ὁ φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο 336 τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν· εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον. τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι' ὀνείρατος προστεταχότος τοῦ μάρτυρος. Ὁπόσοι μὲν οὖν τῶν ἐπισκόπων δι' ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθή μασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγ γραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα. ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν. Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι· τῆς γὰρ τῶν δεδρακότων σφὰς αὐτοὺς ἀπέκριναν κοινωνίας. καὶ Ἰλλύριοι δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο. τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα. καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ καὶ τῇ Ἑῴᾳ καὶ τῶν ἐν τῷ Βοσπόρῳ καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν ἠσπάσαντο ἕως ἐκείνου τοῦ 337 θεσπεσίου ἀνδρὸς τοὔνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν. καὶ Ἀρσάκιον μέν, ὃς μετ' ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν· Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα. Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών. τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον