1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

23

τεχνιτῶν "καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ "σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν "καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις. "ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν "τῆς διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν "αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. ἵνα γὰρ ὡς τάχιστα τὰ "γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο "γενήσεται. καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν "ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. "οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων "ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ "τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς "ἡμετέρας πειραθήσεται φιλανθρωπίας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ "ἀγαπητέ." 61 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν. Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν κατέ χωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσιν ἐπιτωθάζοντες, καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον. δηλοῖ δὲ ταῦτα σαφέ στερον ἡ ἐπιστολὴ ἣν πρὸς τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης ἐπέστειλεν. Μακάριος δὲ ἦν οὗτος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν. "Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ. "Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις ὡς μηδεμίαν λόγων "χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν. τὸ γὰρ γνώ "ρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον "τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάν "των ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀνα "λάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. εἰ γὰρ "πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν 62 "καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, "οὐδ' ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται. ἐπὶ τοσοῦτον "πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος "τούτου πίστις ὑπερβαίνει ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέ "στηκεν εἶναι δυνατώτερα. διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ "μόνος ἐστί μοι σκοπός, ἵν' ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύ "μασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ πάν "των ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προ "θυμίᾳ σπουδαιότεραι γίγνωνται. ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω "φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων "μοι μᾶλλον μέλει ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ προστάγ "ματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους "ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον "δὲ ἀποφανθέντα ἀφ' οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς "προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. "Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ "ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλι "κὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι "ὡς πάντα τὰ ἐφ' ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος "τούτου νικᾶσθαι. καὶ περὶ τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλ "λιεργίας ∆ρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τῶν λαμπρο 63 "τάτων ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ' ἡμῶν "ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς "εὐσεβείας καὶ τεχνίτας καὶ