1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

34

δον, περιττὸν ἡγοῦμαι γράφειν, ἄλλων ταῦτα συγγεγραφότων· οἷς ῥᾴδιον ἐντυχεῖν καὶ μαθεῖν ὅπως τῶν ὅλων ὁ πρύτανις γεραίρει τοὺς εὔνους θεράποντας. εἰ δέ τις ἐκείνοις διαπιστεῖ, τὰ νῦν περὶ τὴν ἐκείνου θήκην καὶ τὸν ἀνδριάντα γινόμενα βλέπων πιστευσάτω τοῖς γεγραμμένοις καὶ τῷ φήσαντι δεσπότῃ· "τοὺς δοξάζοντάς με δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται. " 91 Τάδε ἔνεστιν ἐν τῷ ˉβ τόμῳ τῆς Θεοδωρήτου ἐκκλησιαστικῆς ἱστορίασ αʹ. Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου. βʹ. Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου τοῦ υἱοῦ Κωνσταντίνου πρὸς Ἀλεξανδρέας. γʹ. Πῶς Κωνστάντιος ὁ βασιλεὺς ἐκ τῆς ὀρθῆς πίστεως παρε τράπη. δʹ. Περὶ τῆς τοῦ μακαρίου Ἀθανασίου δευτέρας ἐξορίας καὶ τῆς Γρηγορίου καταστάσεώς τε καὶ τελευτῆς. εʹ. Περὶ Παύλου τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. ʹ. Περὶ Μακεδονίου καὶ τῆς ὑπ' αὐτοῦ συστάσης αἱρέσεως. ζʹ. Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου. ηʹ. Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν. θʹ. Τὰ κατὰ Εὐφρατᾶν καὶ Βικέντιον τοὺς ἐπισκόπους καὶ τὴν ἐν Ἀντιοχείᾳ κατ' αὐτῶν γεγενημένην συσκευήν. ιʹ. Περὶ τῆς Στεφάνου καθαιρέσεως. ιαʹ. Ἐπιστολὴ Κωνσταντίου πρὸς Ἀθανάσιον. ιβʹ. Περὶ τῆς δευτέρας ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου. 92 ιγʹ. Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ καὶ φυγῆς. ιδʹ. Περὶ Γεωργίου καὶ τῶν ἐν Ἀλεξανδρείᾳ ὑπ' αὐτοῦ τολμηθέν των κακῶν. ιεʹ. Περὶ τῆς ἐν Μεδιολάνῳ γενομένης συνόδου. ιʹ. ∆ιάλογος Λιβερίου ἐπισκόπου Ῥώμης καὶ Κωνσταντίου βασι λέως. ιζʹ. Περὶ τῆς ἐξορίας καὶ τῆς ἐπανόδου τοῦ ἁγίου Λιβερίου. ιηʹ. Περὶ τῆς ἐν Ἀριμήνῳ γενομένης συνόδου. ιθʹ. Ἐπιστολὴ συνοδικὴ παρὰ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τὸν βασιλέα γραφεῖσα Κωνστάντιον. κʹ. Ἄλλη ἐπιστολὴ πρὸς Κωνστάντιον. καʹ. Περὶ τῆς ἐν Νίκῃ τῆς Θρᾴκης γεγενημένης συνόδου καὶ ἔκθεσις πίστεως παρ' ἐκείνων γραφεῖσα. κβʹ. Συνοδικὸς τόμος παρὰ ∆αμάσου ἐπισκόπου Ῥώμης καὶ τῶν δυτικῶν ἐπισκόπων πρὸς τοὺς Ἰλλυριοὺς ἐπισκόπους γραφεὶς περὶ τῆς κατ' Ἀρίμηνον συνόδου. κγʹ. Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς αὐτῆς συνόδου. κδʹ. Περὶ τῆς Λεοντίου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου κακοτεχνίας καὶ τῆς Φλαβιανοῦ καὶ ∆ιοδώρου παρρησίας. κεʹ. Περὶ τῆς Εὐδοξίου τοῦ Γερμανικέως καινοτομίας, καὶ Βασιλείου τοῦ Ἀγκύρας καὶ Εὐσταθίου τοῦ Σεβαστείας κατὰ τούτου γεγενη μένης σπουδῆς. κʹ. Περὶ τῆς ἐν Νικαίᾳ πάλιν γεγενημένης συνόδου. κζʹ. Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου. 93 κηʹ. Περὶ τῶν ἐν Κωνσταντινουπόλει τοῖς ὀρθοδόξοις ἐπισκόποις συμβεβηκότων. κθʹ. Συνοδικὴ ἐπιστολὴ κατὰ Ἀετίου γραφεῖσα. λʹ. Ποία πρόφασις τοὺς Εὐνομιανοὺς τῶν Ἀρειανῶν ἀπεσχοίνισεν. λαʹ. Περὶ τῆς πολιορκίας Νισίβεως τῆς πόλεως καὶ τῆς Ἰακώβου τοῦ ἐπισκόπου ἀποστολικῆς πολιτείας. λβʹ. Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδου καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων. λγʹ. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

ΤΟΜΟΣ Β ΤΗΣ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Ὁ μὲν δὴ θεῖος Ἀθανάσιος ἔτη δύο καὶ μῆνας τέσσαρας ἐν Τριβέρει διατρίψας

εἰς τὴν Ἀλεξάνδρειαν ἐπανῆλθεν. ἔγραψε δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεύς, ὁ τῶν Κωνσταντίνου τοῦ μεγάλου παίδων πρεσβύτατος (αὐτὸς γὰρ τῆς πρὸς δυόμενον ἥλιον ἐβασίλευε Γαλατίας), τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε τὰ γράμματα· "Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως "τῶν Ἀλεξανδρέων. "Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν "οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην "πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν "αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ "κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα 95 "ὑποστῇ. πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην,