1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

94

τοῦ πνεύματος". ὁ δὲ Λούκιος· "πόθεν ταῦτα", ἔφη, "τοπάζων λέγεις;" ὁ δέ· "οὐ τοπάζω", εἶπεν, "ἀλλ' οἶδα σαφῶς· τοῖς τε γὰρ ἀποστολικοῖς δόγμασι διαμάχῃ καὶ ἀντίπαλα φθέγγῃ, καὶ τοῖς βλασφήμοις λόγοις συμβαίνει τὰ παρανόμως γιγνόμενα. τίς γὰρ διὰ σὲ δυσσεβὴς τοῖς ἐκκλησιαστικοῖς συλλόγοις οὐκ ἐπεκώμασεν; τίς τῶν ἀξιεπαίνων ἀνδρῶν οὐκ ἐλήλαται; ποίαν θηριωδίαν βαρβαρικὴν οὐκ ἀπέκρυψε τὰ παρὰ σοῦ καθ' ἑκάστην ἡμέραν τολμώμενα;" ταῦτα ὁ μὲν θαρραλέως ἔλεγεν, ὁ δὲ φονῶν ἤκουε· καὶ σφαγῆς μὲν ἐφίετο, ἐδεδίει δὲ μὴ πάλιν ἐξάψῃ τὸν διαπαυσάμενον πόλεμον. οὗ δὴ χάριν ἑτέροις αὐτὸν ἐπισκόποις προσαχθῆναι προσέταξεν οὓς ἐκεῖνος ἐξῄ τησε. μετὰ τῆσδε τῆς ἀξιαγάστου πίστεως τὴν ἀρχιερατικὴν εἰσδε ξάμενος χάριν, πρὸς τοὺς αἰτήσαντας παρεγένετο καὶ ταῖς ἀποστο 262 λικαῖς διδασκαλίαις τε καὶ θαυματουργίαις πρὸς τὴν ἀλήθειαν ἐπο δήγησεν. ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολ μήθη καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη. Ἐν δὲ Κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλή σαντες οἱ τῆς ἀνοσίου συμμορίας ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλα γος· εἶτα, τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν. οὗ γενομέ νου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι τέλος τῷ βυθῷ παρεπέμφθησαν καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο. Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι. καὶ γὰρ τὰς Ἑλληνικὰς τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος· καὶ τὰ ∆ιά σια καὶ τὰ ∆ιονύσια καὶ τὰ τῆς ∆ήμητρος ὄργια οὐκ ἐν παραβύστῳ ἐπλήρουν ὡς ἐν εὐσεβεῖ βασιλείᾳ, ἀλλὰ διὰ μέσης τῆς ἀγορᾶς βακχεύ οντες ἔτρεχον. μόνοις δὲ πολέμιος ἦν τοῖς τὴν ἀποστολικὴν διδα σκαλίαν πρεσβεύουσι. πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν 263 οἴκων· αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπίδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων ἀπήλαυον, τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν καὶ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ' ἀποστείλας στρατιώτας ἐσκέδασεν. Ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσ βάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὗτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. ἐκ δὴ οὖν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρό βατα ἔνεμον. οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους " κρεμάσαι τὰ ὄργανα ", ἀλλ' ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην " ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ ". ἀλλ' οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος. πάλιν δὴ οὖν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν. καὶ ∆ιό 264 δωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἷά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε. καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογί ζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν. Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν ∆ιόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν. κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συλλόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν