1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

7

προσπίπτοντες καὶ δωροφοροῦν τες, ἵν' εἰδωλολατρεία καταλυθῇ. ∆ιὰ τοῦτο Ἰησοῦς βαπτιζόμενος, καὶ ἄνωθεν μαρτυρούμενος, καὶ νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν νικήσαν τα. ∆ιὰ τοῦτο δαίμονες ἐλαυνόμενοι, καὶ νόσοι θε ραπευόμεναι, καὶ τὸ μέγα κήρυγμα μικροῖς ἐγχειρι ζόμενον καὶ κατορθούμενον.

ΚΕʹ. ∆ιὰ τοῦτο ἔθνη φρυασσόμενα, καὶ λαοὶ μελε τῶντες κενά· διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου, καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης αἱ γενναίως ταθεῖσαι· τῆς ἀνειμένης αἱ τοῖς ἥλοις δεθεῖσαι· τῆς ἐκβαλούσης Ἀδὰμ αἱ τὰ πέρατα οἰκειούμεναι. ∆ιὰ τοῦτο ὕψος κατὰ τοῦ πτώμα τος· καὶ χολὴ κατὰ τῆς γεύσεως, καὶ στέφανος ἀκάνθινος κατὰ τοῦ πονηροῦ κράτους, καὶ θάνα τος κατὰ τοῦ θανάτου, καὶ σκότος ὑπὲρ τοῦ φωτὸς, 35.436 καὶ ταφὴ κατὰ τῆς εἰς γῆν ἀποστροφῆς, καὶ ἀνάστασις ὑπὲρ τῆς ἀναστάσεως. Ταῦτα πάντα παιδαγωγία τις ἦν περὶ ἡμᾶς τοῦ Θεοῦ, καὶ τῆς ἀσθενείας ἰατρεία τῆς ἡμετέρας, τὸν παλαιὸν Ἀδὰμ ὅθεν ἐξέπεσεν ἐπ ανάγουσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς προσάγουσα, οὗ τὸ ξύλον ἡμᾶς τῆς γνώσεως, οὐ κατὰ καιρὸν, οὐδ' ἐπι τηδείως μεταληφθὲν, ἠλλοτρίωσε.

Κςʹ. Ταύτης ἡμεῖς τῆς θεραπείας ὑπηρέται καὶ συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόμεθα· οἷς μέγα μὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήματα καὶ γινώσκειν καὶ θεραπεύειν· μᾶλλον δὲ οὔπω μέγα, πλὴν τοῦτο λέγειν ἡμᾶς ἡ τῶν πολλῶν κακία πεποίηκε, τῶν ἐπὶ ταύτης ὄντων τῆς τάξεως· πολλῷ δὲ μεῖζον τὸ τὰ τῶν ἄλλων ἰᾶσθαι δύνασθαι καὶ ἀνακαθαίρειν ἐπιστημό νως, καὶ ὡς ἂν ἀμφοτέροις λυσιτελοίη, τοῖς τε τῆς θεραπείας χρῄζουσι καὶ τοῖς ἰατρεύειν πεπιστευ μένοις.

ΚΖʹ. Εἶτα οἱ μὲν τῶν σωμάτων θεραπευταὶ πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσμεν, ἕξουσι· καὶ τὸ ἐπ' ἀλλοτρίαις συμφοραῖς ἰδίας καρ ποῦσθαι λύπας, ὡς ἔφη τις τῶν παρ' ἐκείνοις σοφῶν· καὶ τὰ μὲν αὐτοὶ μοχθοῦντες καὶ ἀνευ ρίσκοντες, τὰ δὲ παρ' ἄλλων ἐρανιζόμενοι καὶ συν εισφέροντες προσοίσουσι τοῖς δεομένοις· καὶ οὐ δὲν οὕτω μικρὸν αὐτοῖς ἢ εὑρεθὲν ἢ διαφυγὸν, οὐδὲ τῶν ἐλαχίστων, ὡς μὴ μέγα πρὸς τὴν τῆς ὑγιείας ῥοπὴν, ἢ τοῦ κινδύνου τοὐναντίον ὑποληφθῆναι· καὶ ταῦτα ὑπὲρ τίνος; ἵν' ἄνθρωπος ζήσῃ πλείους τὰς ἐπὶ γῆν ἡμέρας, καὶ οὗτος οὐδὲ τῶν ἐπιει κῶν ἴσως, ἀλλὰ καὶ τῶν μοχθηροτάτων, ᾧ τὸ πάλαι τεθνάναι ἴσως ἄμεινον ἦν, ὄντι κακῷ, ἵνα τοῦ μεγί στου τῶν ἀῤῥωστημάτων, τῆς κακίας, ἀπαλλαγῇ· εἰ δὲ καὶ τῶν καλῶν θείημεν, ἐπὶ πόσον βιωσο μένῳ; τὸν ἅπαντα χρόνον; ἢ τί τῆς ἐνταῦθα κερδα νοῦντι ζωῆς, ἧς τὸ λυθῆναι ζητεῖν, τῶν καλῶν 35.437 τὸ πρῶτον καὶ ἀσφαλέστατον, καὶ ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος;

ΚΗʹ. Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς, τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησομένης, ἢ ἐπαινεθησομένης, διὰ κακίαν ἢ ἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, ἢ ὅσης δεῖν τῆς ἐπιστήμης ἰατρεῦσαι καλῶς, ἢ ἰατρευθῆναι, καὶ τὴν ζωὴν μεταθέσθαι, καὶ δοῦναι τὸν χοῦν τῷ πνεύματι; Οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτε ὁρμῶν, οὔτε τὸ θῆλυ τῷ ἄῤῥενι, οὔτε γήρᾳ νεότης, οὔτε πενίᾳ πλοῦτος, οὔτε εὐθυμῶν ἀθυμοῦντι, οὔτε ὁ κάμνων τῷ ὑγιαίνοντι, ἄρχοντές τε καὶ ἀρχό μενοι, σοφοί τε καὶ ἀμαθεῖς, δειλοί τε καὶ θρασεῖς, ὀργίλοι καὶ πρᾶοι, κατορθοῦντες καὶ πίπτον τες.

ΚΘʹ. Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ μέσον τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάμους, κἂν τούτοις πάλιν τῶν τῆς ἐρημίας πρὸς τοὺς κοινωνικοὺς καὶ μιγάδας· τῶν ἐξητασμένων καὶ διαβεβηκό των ἐν θεωρίᾳ πρὸς τοὺς ἁπλῶς κατευθύνοντας, ἀστικῶν τε αὖ καὶ τῶν ἐκ τῆς ἀγροικίας, ἀκεραιοτέ ρων τε καὶ πανουργοτέρων, τῶν ἐν πράγμασι πρὸς τοὺς ἡσυχάζοντας, τῶν μεταβολῇ πληγέντων πρὸς τοὺς εὐδρομοῦντας καὶ ἀμαθεῖς τοῦ χείρονος· τούτων γὰρ ἕκαστοι πλεῖον ἀλλήλων ἔστιν ὅτε ταῖς ἐπιθυμίαις καὶ ταῖς ὁρμαῖς ἢ κατὰ τὰς τῶν σωμάτων ἰδέας διαφέροντες· εἰ