1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

7

χρήσεως λέγεται. Ὅταν γὰρ τοῦ ὑγροῦ κενὸν ᾖ, οὐδὲν ἧττον μεστὸν ἀέρος πεπαιδευμένος καὶ τοῦτο λέγει. Σημεῖον δὲ τὸν ἐπαχθέντα τῇ λίμνῃ ἀμφορέα μὴ εὐθὺς πληροῦσθαι τοῦ ὕδατος, ἀλλ' ἐπιπολάζειν τὰ πρῶτα, τοῦ ἐναπειλημμένου ἀέρος 46.37 ἐπὶ τὸ ἄνω τὸ κοῖλον ἀνέχοντος, ἕως ἂν πιεσθεὶς ὁ ἀμφορεὺς τῇ χειρὶ τοῦ ἀρυομένου ἐν τῷ βάθει γίνε, καὶ τοῦτο δέξηται τῷ στόματι τὸ ὕδωρ· οὗ γινομένου δείκνυται τὸ μὴ κενὸν αὐτὸν εἶναι καὶ πρὸ τοῦ ὕδατος. Μάχη γάρ τις περὶ τῷ στόματι τῶν δύο στοιχείων ὁρᾶται, τοῦ μὲν ὕδατος ὑπὸ βάρους ἐπὶ τὸ κοῖλον βιαζομένου τε καὶ εἰσρέοντος, τοῦ δὲ ἀέρος τοῦ ἐναπειλημμένου τῷ κοίλῳ διὰ τοῦ αὐτοῦ στόματος ἐπὶ τὸ ἔμπαλιν συνθλιβομένου περὶ τὸ ὕδωρ, καὶ ἀναῤῥέοντος, ὡς καὶ ἀνακόπτεσθαι διὰ τούτου καὶ ἀνακοχλά ζειν τὸ ὕδωρ περιαφρίζον τῇ βίᾳ τοῦ πνεύ ματος. Ταῦτα οὖν κατενόησε, καὶ ὅπως ἂν ἐν τεθείη πνεῦμα τῷ μηχανήματι διὰ τῆς τῶν στοιχείων φύσεως ἐπενόησε. Κοῖλον γάρ τι ἐκ στεγανῆς ὕλης κατασκευάσας, καὶ πανταχόθεν τὸν ἐν αὐτῷ ἀέρα περισχὼν ἀδιάπνευστον, ἐπάγει τὸ ὕδωρ διὰ στόματος τῷ κοίλῳ, κατὰ τὸ μέτρον τῆς χρείας τὸ ποσὸν συμμετρήσας τοῦ ὕδατος, εἶθ' οὕτως ἐπὶ τὸν παρακείμενον αὐλὸν δίδωσι κατὰ τὸ ἀντικείμενον τῷ ἀέρι τὴν δίοδον, ἐκθλιβόμενος δὲ τῷ ὕδατι βιαιό τερον ὁ ἀὴρ πνεῦμα γίνεται· ὅπερ ἐκπίπτον τῇ κατασκευῇ τοῦ αὐλοῦ τὸν ἦχον ποιεῖ. Ἆρ' οὐ φανερῶς δείκνυται διὰ τῶν φαινομέ νων, ὅτι ἔστι τις ἐν τῷ ἀνθρώπῳ νοῦς ἄλλο τι παρὰ τὸ φαινόμενον, ὁ τῷ ἀειδεῖ τε καὶ νοερῷ τῆς ἰδίας φύσεως ταῦτα ἐν ἑαυτῷ προκατασκευάζων ταῖς ἐπινοίαις, εἶθ' οὕτως διὰ τῆς ὑλικῆς ὑπηρεσίας εἰς τὸ ἐμφανὲς ἄγων τὴν ἔνδον συστᾶσαν διάνοιαν; Εἰ γὰρ ἦν κατὰ τὸν ἀντιτεθέντα λόγον ἡμῖν τῇ φύσει τῶν στοιχείων τὰς τοιαύτας θαυματοποιίας λογίζε σθαι, αὐτομάτως ἂν ἡμῖν συνέστη πάντως τὰ μηχανήματα· καὶ οὔτε ὁ χαλκὸς τὴν τέχνην ἀνέμε νεν εἰς τὸ γενέσθαι ἀνδροείκελον, ἀλλ' εὐθὺ ἂν τοιοῦτος ἐκ φύσεως ἦν· οὐδ' ἂν τοῦ αὐλοῦ πρὸς τὸν ἦχον ὁ ἀὴρ ἐδεήθη, ἀλλὰ πάντοτε ἂν ἐφ' ἑαυτοῦ ἤχει κατὰ τὸ συμβᾶν, ῥέων τε καὶ κινούμενος· τοῦ τε ὕδατος οὐκ ἂν ἦν βεβιασμένη διὰ σωλῆνος, ἡ πρὸς τὴν ἀναφορὰν τῆς τέχνης ἐκ πιεσμάτων εἰς τὸ παρὰ φύσιν ἀναθλιβούσης τὴν κίνησιν· ἀλλ' αὐτομάτως ἀνίη τὸ ὕδωρ πάντως πρὸς τὸ μηχάνημα, τῇ ἰδίᾳ φύσει ἐπὶ τὸ ἄνω ὀχετη γούμενον. Εἰ δὲ τούτων κατὰ τὸ αὐτόματόν ἐστιν οὐ δὲν ὑπὸ τῆς τῶν στοιχείων φύσεως ἐνεργούμενον, ἀλλὰ τέχνῃ πρὸς τὸ δοκοῦν ἕκαστον ἄγεται· ἡ δὲ 46.40 τέχνη διάνοιά τίς ἐστι ποία κίνησίς τε καὶ ἐνέρ γεια, ἄρα καὶ διὰ τῶν ἀντιθέτων ἡμῖν τὸ ἄλλο τι παρὰ τὸ φαινόμενον εἶναι τὸν νοῦν ἡ ἀκολουθία τῶν εἰρημένων ἀπέδειξεν. {Γ.} Ἐγὼ δὲ, Τοῦτο μὲν οὕτως ἔχειν φημὶ καὶ αὐ τὸς, τὸ μὴ ταὐτὸν εἶναι τῷ φαινομένῳ τὸ μὴ φαινόμε νον· οὐ μὴν τὸ ζητούμενον ἐν τῷ λόγῳ τούτῳ βλέπω, οὔπω γάρ μοι δῆλόν ἐστιν, ὅ τί ποτε χρὴ νομίζειν ἐκεῖνο εἶναι τὸ μὴ φαινόμενον, ἀλλ' ὅτι μὲν ὑλικόν τι οὐκ ἔστιν ἐδιδάχθην τῷ λόγῳ· οὐδέπω δὲ ἔγνων, ὅ τι περὶ αὐτοῦ προσήκει λέγειν· ἐγὼ δὲ τοῦτο μάλι στα ἐδεόμην μαθεῖν, οὐχ ὅτι οὐκ ἔστιν, ἀλλ' ὅπερ ἐστίν.

{Μ.} Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω μανθάνομεν ἐν τῷ μὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουμένου, ὅ τί ποτέ ἐστι διερμηνεύοντες. Ἀπόνηρον γὰρ εἰπόντες τὸν ἀγαθὸν παρεστήκα μεν, καὶ ἄνανδρον ὀνομάσαντες τὸν δειλὸν ἐγνωρίσαμεν, καὶ πολλὰ τούτοις ἔστιν εἰπεῖν ὁμοιότροπα. ∆ι' ὧν ἢ τὸ χρηστότερον ἀναλαμβάνομεν νόημα διὰ τῆς τῶν πονηρῶν ἀποφάσεως, ἢ τὸ ἔμπαλιν ἐπὶ τὸ χεῖρον ταῖς ὑπονοίαις τρεπόμεθα, τῇ τῶν καλῶν ἀφαιρέσει τὸ πονηρὸν ἐνδειξάμενοι. Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τις λόγου κατανοήσας, οὐκ ἂν τῆς δεούσης περὶ τὸ ζητούμενον ἐννοίας ἀποσφαλείη. Ζητεῖται δὲ τί χρὴ τὸν νοῦν οἴεσθαι κατ' αὐτὴν τὴν οὐσίαν. Ὁ τοίνυν τὸ μὲν εἶναι τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶ, διὰ τῆς παρ' αὐτοῦ δεικνυμένης ἡμῖν ἐνεργείας μὴ ἀμφιβάλλων, τὸ δὲ ὅ τί ἐστι γνῶ ναι βουλόμενος, ἱκανῶς ἂν εὕροιτο, μὴ τοῦτο μαθεῖν εἶναι αὐτὸ ὃ καταλαμβάνει ἡ αἴσθησις, μὴ