1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

Ὅρα τὸ φιλάνθρωπον καὶ ἥμερον τοῦ προφήτου. Ἀλλ' οὐκ ἂν ἠκούσθη, εἰ μὴ κἀκεῖνο προσέθηκεν· Εἰσάγαγέ με, φησὶ, καὶ ἀπαγγελῶ τῷ βασιλεῖ τὴν σύγκρισιν τοῦ ὁράματος. Τότε Ἀριὼχ, φησὶν, εἰσήγαγε τὸν ∆ανιὴλ ἐν σπουδῇ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ· Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα ἀναγγελεῖ τῷ βασιλεῖ. Ἀπὸ τῶν υἱῶν τῆς αἰχμα λωσίας, φησὶν, εὕρηκα ἄνδρα. Οὐκ ᾐσχύνθη τὸ γένος. Ὅταν γὰρ ἀνάγκη ἐπίκειται μείζων, οὐδὲν τούτων ζητεῖται, ἀλλ' ὁ τῦφος ὁ ἐν ταῖς εὐημερίαις ἅπας καταστέλλεται. Καὶ γὰρ ὁ νοσῶν οὐκ ἄν ποτε τοῦ ἰατροῦ τὴν εὐγένειαν περιεργάσαιτο, καὶ ἄλλως κινδυνεύων ἄνθρωπος οὐκ ἂν πολυπραγμονήσειεν, εἴτε εὐπατρίδης, εἴτε ὁ τυχὼν εἴη ὁ μέλλων αὐτὸν ἐξαρ πάζειν τῶν κινδύνων, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν ἀπαλ λαγήν. Τίς οὐκ ἂν αἰσχυνθῇ, τίς οὐκ ἂν ἐρυθριάσῃ, ὁρῶν τοὺς μὲν ἐν τῇ πατρίδι πάντας ἀναιρουμένους, τοὺς δὲ αἰχμαλώτους φυσωμένους, καὶ μέγα φρονοῦν τας; Οὐδὲν τούτων, οὐδὲν αὐτὸς ἐνενόησεν, ἀλλ' ἐν σπουδῇ κἀκεῖνος ἐκάλεσε, καὶ οὗτος ἠρώτησεν, οὐκέτι μετὰ τῆς αὐτῆς ἀπονοίας. Ἐπειδὴ γὰρ ἠλέγ χθη διὰ τῆς πείρας ἀνόητα [f. ἀνόνητα] ὁ βασιλεὺς ἐπιζητῶν, τί φησι; Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ· Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ; Μετὰ πλείονος τῆς ἐπιεικείας διαλέγεται. Οὐκ εἶπεν· Ἂν μὴ δυνηθῇς, τὰ αὐτὰ πείσῃ. Τί οὖν ὁ ∆ανιήλ; Καὶ ἀπεκρίθη ∆ανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπε· Τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπιζητεῖ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις ἀναγγεῖλαι τῷ βασιλεῖ· ἀλλ' ἔστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχο δονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Ὅρα σύνεσιν τοῦ προφήτου. Οὐκ εἶπεν εὐθέως· ∆ύναμαι ἀπαγγεῖλαί σοι· ἀλλ' ὃ πρὸ πάντων ἔδει μαθεῖν τὸν βασιλέα, τοῦτο λέγει. Τὸ μυστήριον, φησὶ, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις ἀναγγεῖλαι τῷ βασιλεῖ· ἔστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια. Ἀπολογεῖται ὑπὲρ τῶν κακῶς ἀναιρε θέντων, δεικνὺς οὐκ αὐτὸν ὄντα τὸν λέγοντα. Οὐ διὰ τοῦτο, φησὶ, εἶπον, ὅτι οὐκ ἔστι μάγων τοῦτο, ἵνα ἐμαυτὸν ἐκείνων λαμπρότερον δείξω, ἀλλ' ἵνα μάθῃς, ὅτι οὐδὲ ἐγὼ κατὰ ἀνθρωπίνην λέγω φύσιν. Ἀλλ' ἔστι Θεὸς ἐν οὐρανῷ. Οὐκ ἐκεῖ συγκλείων αὐτὸν, ἀλλ' ὡς πρὸς βάρβαρον τέως διαλεγόμενος, καὶ τῆς γῆς ἀπάγων, οὐχ ὡς οἱ ὑμέτεροι οἱ περὶ γῆν στρεφό μενοι. Καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν χρόνων. Ὅρα, δι' αἰνιγμάτων λέγει, καὶ τὸ πᾶν κεφάλαιον τῆς ὄψεως 56.204 περιλαμβάνει ἐν τοῖς προοιμίοις, καὶ ἀνίησιν αὐτοῦ τὴν διάνοιαν, οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς λέγων. Τὸ ἐνύπνιόν σου, φησὶ, καὶ αἱ ὁράσεις τῆς κεφα λῆς σου ἐπὶ τῆς κοίτης σου· τουτέστιν, οἱ δια λογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, τί δεῖ γενέσθαι μετὰ ταῦτα. Καὶ ὁ ἀποκαλύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν διαλέγεται, ὡς ὑπὲρ κεφαλῆς τῶν ὀνείρων ἱσταμένων, ἢ ὡς ἐκεῖ τοῦ λογιστικοῦ ὄντος, ἢ τῆς κεφαλῆς, τῶν ὀφθαλμῶν, ἵνα εἴπῃ· Σὺ παρέσχες αἰτίαν. Οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ὁ Θεός σοι ἔφηνεν, ἀλλὰ, ∆ιελογίζου τί δεῖ γενέσθαι μετὰ ταῦτα. Ἐπειδὴ γὰρ τῆς οἰκουμένης ἐκράτησεν, ἐλογίζετο ἄρα εἰ εἰς πάντας αὐτὸς παραπέμψει τὴν βασιλείαν, ἢ τελευτήσει. Εἴωθε γάρ πως τὸ μέγεθος τῆς ἀρχῆς καὶ τῆς φύσεως ἡμᾶς εἰς λήθην ἄγειν, ὅτι θνητός ἐστι. Εἰκὸς οὖν αὐτὸν εἰς τὸ πέλαγος ἐμπεσόντα τῶν οἰ κείων κατορθωμάτων, μὴ σφόδρα πιστεύειν ὅτι ἀποθα νεῖται. Τοῦτο γοῦν καὶ ἕτερος ἔπαθε βασιλεύς. ∆ιὸ καί τις ἔλεγε πρὸς αὐτὸν, Σὺ δὲ ἄνθρωπος εἶ, οὐ Θεὸς, πρὸς τὸν Τύριον λέγων. Καὶ ὅρα πῶς χωρὶς πληγῆς αὐτὸν ἐλέγχει. Οὐ γὰρ εἶπεν, ὅτι Τοῦτο ὑπώπτευσας, ἀλλὰ, Τί δεῖ γενέσθαι μετὰ ταῦτα. Ταῦτα ἐνενόεις καὶ ἐλογίζου τί ἄρα ἔσται. Ἐπὶ τῆς κοίτης σου. Ὅτε οὐδεὶς ὁ παρενοχλῶν, ἀλλ' ἐν ἡσυχίᾳ ἦν ἡ ψυχή· ὅτε μάλιστα τῶν λογισμῶν ὁ ὄχλος ἡμῖν ἐπεισέρχεται, τῇ τε ἡσυχίᾳ καὶ τῇ ἀργίᾳ ἀποχρώμενος. ∆ιὰ τοῦτο τοῖς πολλοῖς ἔθος