1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

8

βάλσαμον καὶ ὁ φοῖνιξ, δεῖγμα τῆς παλαιᾶς τῶν τόπων εὐφορίας. Βάλανος πένθους ̣Gen. 35, 8 ̣. ὑφ' ἣν ἔθαψαν ἀποθανοῦσαν τὴν τροφὸν Ῥεβέκκας. Βαράδ ̣Gen 16, 14 ̣. «ἀνὰ μέσον Κάδης καὶ Βαρὰδ» τὸ φρέαρ τῆς Ἄγαρ εἰς ἔτι νῦν δείκνυται. Βηθλεέμ ̣Gen 35, 19̣ * * * * φυλῆς Ἰούδα, Αἰλίας ἄποθεν σημείοις ʹ ἐπὶ τὰ νότια περὶ τὴν φέρουσαν εἰς Χεβρὼν ὁδόν, ἔνθα τὸ μνῆμα Ἰεσσαὶ καὶ ∆αυὶδ δείκνυται. ἐκαλεῖτο δὲ Βηθλεὲμ καὶ ὁ υἱὸς τοῦ Ἐφραθᾶ, ὡς ἐν Παραλειπομέναις. 44 Ἀπὸ τῆς Ἐξόδου. Βεελσεφών ̣Ex 14, 2 ̣. πρὸς τῇ ἐρήμῳ σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ἐξιόντων ἐξ Αἰγύπτου διὰ τοῦ κλύσματος, παρὰ τὴν ἐρυθρὰν θάλασσαν. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Βανηϊακάν ̣Num 33, 31f. ̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῆς πορείας τοῦ λαοῦ. Βαμώθ ̣Num 21, 19 ̣. πόλις τοῦ Ἀμορραίου πέραν τοῦ Ἰορδάνου ἐν τῷ Ἀρνωνᾷ, ἣν ἔλαβον υἱοὶ Ῥουβίν. Βασάν ̣Num 21, 33̣. Ὢγ βασιλέως Βασάν, ἣν «ὁ Μαχαθὶ ἐπωνόμασεν Αὐὼθ Ἰαείρ», ἣν ἔλαβεν φυλὴ Μανασσῆ, κειμένη ἐν τῇ Γαλαάδ. αὕτη ἐστὶ Βασανῖτις, ἡ νῦν καλουμένη Βαταναία. Βεελφεγώρ ̣Num 25, 3̣. ἑρμηνεύεται «εἶδος ἀσχημοσύνης». ἔστι δὲ εἴδωλον Μωάβ, ὅ ἐστι Βαὰλ ἐπὶ τοῦ Φογὼρ ὄρους. Βαιάν ̣Num 32, 3 ̣. πόλις τοῦ Ἀμορραίου. καὶ αὐτὴν ἔλαβον οἱ υἱοὶ Ῥουβίν. Βηθναμράν ̣Num 32, 36 ̣. πέραν τοῦ Ἰορδάνου. ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. καὶ ἔστι νῦν κώμη Βηθναμβρὶς ὡς ἀπὸ σημείων εʹ Λιβιάδος ἐν βορείοις. Βηθαρράν ̣Num 32, 36 ̣. πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. Βεελμεών ̣Num 32, 38̣. πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβίν. κώμη μεγίστη πλησίον Βααροῦ τῶν θερμῶν ὑδάτων 46 ἐστὶ τῆς Ἀραβίας Βεελμαοὺς καλουμένη, διεστῶσα τῆς Ἐσβοῦς σημείοις θʹ. ἐντεῦθεν ἦν Ἐλισσαῖος ὁ προφήτης. Βαάλ ̣Num 32, 38 ̣. πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν. Βουθάν ̣Num 33, 6 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. ἡ καὶ Ἀϊθάμ. Βηλά ̣Num 34, 11 ̣. ὅριον τῆς Ἰουδαίας ἀνατολικόν. κεῖται καὶ ἀνωτέρω Ἀρβηλά. Βοσόρ ̣Deut 4, 43 ̣. «ἐν τῇ ἐρήμῳ» «πέραν τοῦ Ἰορδάνου», «τῆς φυλῆς Ῥουβίν», «ἀπὸ ἀνατολῶν Ἱεριχώ», πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων. αὕτη ἐστὶ Βόστρα, ἡ νῦν μητρόπολις τῆς Ἀραβίας. ἔστι δὲ καὶ ἄλλη νῦν Βοσὸρ πόλις τοῦ Ἡσαῦ ἐν ὄρεσι τῆς Ἰδουμαίας, ἧς μέμνηται Ἡσαΐας λέγων· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ»; Βηρὼθ «υἱῶν Ἰακείμ» ̣Deut 10, 6 ̣. ἐπὶ τῆς ἐρήμου τόπος, ἔνθα ἐτελεύτησεν Ἀαρών. καὶ δείκνυται ἀπὸ ιʹ σημείων Πέτρας πόλεως ἐπὶ κορυφῆς τοῦ ὄρους. Ἀπὸ τοῦ Ἰησοῦ. Βουνὸς ἀκροβυστιῶν ̣Jos 5, 3 ̣. τόπος ἐν Γαλγάλοις, ἐν ᾧ περιέτεμεν Ἰησοῦς τὸν λαόν, ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ἔνθα δείκνυνται εἰς ἔτι νῦν οἱ λίθοι, οὓς ἤνεγκαν ἀπὸ τοῦ Ἰορδάνου. Βηθωρών ̣Jos 10, 10 ̣. ἔνθα κατεδίωξεν Ἰησοῦς τοὺς βασιλεῖς, ἣ γέγονεν υἱῶν Ἰωσήφ, τοῦ Ἐφραΐμ. καί εἰσι κῶμαι βʹ ὡς ἀπὸ σημείων Αἰλίας ιβʹ ἐπὶ τὴν εἰς Νικόπολιν ὁδόν, ὧν ἡ μὲν καλεῖται Βηθωρὼν ἡ ἀνωτέρα, ἣν ᾠκοδόμησε Σολομών, ἡ δὲ κατωτέρα Λευίταις ἀφωρισμένη. Βαρνή ̣Jos 10, 41 ̣. ἡ αὐτή ἐστι τῇ Κάδης Βαρνῆ, ἐρήμῳ τῇ παρατεινούσῃ Πέτρᾳ πόλει. 48 Βααλγάδ ̣Jos 11, 17 ̣. πόλις ἐν τῷ πεδίῳ «τοῦ Λιβάνου, ὑπὸ τὸ ὄρος τὸ Ἀερμών». ἣν καὶ αὐτὴν ἀνεῖλεν Ἰησοῦς. Βεθφογόρ ̣Jos 13, 20 ̣. πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν, πλησίον τοῦ Φογὸρ ὄρους, ἀπέναντι Ἱεριχώ, ἀνωτέρω Λιβιάδος σημείων ʹ. Βηθασιμούθ ̣Jos 12, 3 ̣. τόπος τῆς Ἰσιμοῦθ, ἔστι δὲ εἰς ἔτι νῦν κώμη Ἰσιμοὺθ ἀντικρὺ Ἱεριχοῦς ἀπὸ μιλίων ιʹ πρὸς νότον παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ. Βηρώθ ̣Jos 9, 23 ̣. ὑπὸ τὴν Γαβαών. καὶ ἔστι νῦν κώμη πλησίον Αἰλίας κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ζʹ σημείων. Βοτνία ̣Jos 13, 26 ̣ ἡ καὶ Ποτεείν. πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γάδ. καὶ εἰς ἔτι νῦν ὁμοίως ἐν τοῖς τόποις χρηματίζει. Βηθαράμ ̣Jos 13, 27 ̣. πόλις φυλῆς Γάδ, πλησίον τοῦ Ἰορδάνου· Βηθραμφθὰ παρὰ Ἀσσυρίοις. αὕτη δέ ἐστιν ἡ νῦν καλουμένη Λιβιάς. Βηθνεμρά ̣Jos 13, 27 ̣. πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γάδ, πλησίον Λιβιάδος. Βηθαγλά ̣Jos 15, 6 ̣. φυλῆς Ἰούδα. κώμη ἐστὶ σημείῳ ιʹ Ἐλευθεροπόλεως κατιόντων εἰς Γάζαν Ἄγλα