1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

8

δὲ βούλει, τὰς τῶν στοιχείων μίξεις καὶ κράσεις, ἐξ ὧν συνεστήκαμεν, οὐ ῥᾴστην ἔχουσι τὴν οἰκονομίαν.

Λʹ. Ἀλλ' ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρ μακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλ λην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπεύονται. Μάρ τυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη· τοὺς 35.440 μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς, καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον· οἱ δὲ θερμότεροι τοῦ με τρίου τῷ πνεύματι, καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ἂν ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος.

ΛΑʹ. Τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀμφό τερα μετὰ τοῦ καιροῦ· ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὕτη, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην νου θετουμένους. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίᾳ νουθετημάτων, πλήθους καταγνώσει σωφρο νιζόμενοι· οἱ δὲ πρὸς τὴν ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδα γωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπείθειαν.

ΛΒʹ. Τῶν μὲν πάντα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον μέχρι καὶ τῶν μικροτάτων, ὅσους τὸ οἴεσθαι λανθά νειν (ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους ἐφύσησε· τῶν δ' ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν, κατὰ τὴν παροιμίαν, ἵνα μὴ πρὸς ἀπόνοιαν αὐ τοὺς ἐρεθίζωμεν, τῷ φιλοπόνῳ τῶν ἐλέγχων κατα βαπτίζοντες, καὶ τέλος πρὸς πάντα ποιήσωμεν τολμηροὺς, τὸ τῆς πειθοῦς φάρμακον τὴν αἰδῶ διαλύ σαντες. Καὶ μέντοι καὶ ὀργιστέον τισὶν, οὐκ ὀργιζο μένους· καὶ ὑπεροπτέον, οὐχ ὑπερορῶντας· καὶ ἀπογνωστέον, οὐκ ἀπογινώσκοντας, ὅσων τοῦτο ἡ φύσις ἐπιζητεῖ. Καὶ ἄλλους ἐπιεικείᾳ θερα πευτέον καὶ ταπεινότητι, καὶ τῷ συμπροθυμεῖσθαι δὴ περὶ τὰς χρηστοτέρας ἐλπίδας. Καὶ τοὺς μὲν νι 35.441 κᾷν, τῶν δὲ ἡττᾶσθαι πολλάκις λυσιτελέστερον· καὶ τῶν μὲν εὐπορίαν καὶ δυναστείαν, τῶν δὲ πενίαν ἢ δυσπραγίαν, ἢ ἐπαινεῖν ἢ ἀπεύχεσθαι.

ΛΓʹ. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς κακίας, τὴν μὲν καλλίστην εἶναι καὶ ὠφελιμωτάτην ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην· οὕτω καὶ τῆς φαρμακείας τῆς ἡμετέρας, ἕν τι καὶ τὸ αὐτὸ ὑγιεινότατον, ἢ ἐπισφαλέστατον ἀεὶ καὶ τοῖς αὐτοῖς ἀποδέδεικται· οἷον τὸ αὐστηρὸν, ἢ τὸ πρᾶον, ἢ τῶν ἄλλων ὧν ἀπηριθμησάμην ἕκαστον. Ἀλλὰ τοῖς μὲν τοῦτο καλὸν καὶ χρήσιμον, τοῖς δὲ τοὐναντίον πάλιν, ὅπως ἂν, οἶμαι, συμπί πτωσιν οἵ τε καιροὶ καὶ τὰ πράγματα, καὶ ὁ τῶν θεραπευομένων ἐπιδέχηται τρόπος. Ἃ πάντα μὲν διελέσθαι λόγῳ, καὶ συνιδεῖν ἐπὶ τὸ ἀκριβέστα τον, ὥστε καὶ κεφαλαίῳ τὴν θεραπείαν πε ριλαβεῖν ἀμήχανον, κἂν ἐπὶ πλεῖστον ἐξίκηταί τις ἐπιμελείας τε καὶ συνέσεως· ἐπὶ δὲ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων τῷ θεραπευτῇ λόγῳ καὶ ἀνδρὶ καταφαίνεται.

Λ∆ʹ. Καθόλου δὲ ἡμῖν ἐκεῖνο γνώριμον, ὅτι, καθάπερ τοῖς ἐπὶ κάλου μετεώρου καὶ ὑψηλοῦ βαίνουσι τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς μικρὸν φέρουσα ἡ ῥοπὴ, κἂν μικρὰ φαίνηται, ἀσφάλεια δὲ αὐτοῖς ἡ ἰσοῤῥοπία καθίσταται· οὕτω κἀν τούτοις ὁποτέρωσε νεύσῃ τις, εἴτε διὰ κακίαν, εἴτε δι' ἀμάθειαν, κίνδυνος οὐχ ὁ τυχὼν αὐτῷ τε καὶ τοῖς ἀγομένοις τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀλλ' ὁδῷ βασιλικῇ πορευτέον ὄντως, καὶ περισκεπτέον, μήτε εἰς δεξιὰ μήτε εἰς ἀριστερὰ, καθὼς αἱ Παροιμίαι φασὶν, ἐκκλίνοντας. Οὕτω μὲν δὴ τὰ τῶν παθῶν ἔχει τῶν ἡμετέρων, καὶ τοσοῦτον ἐνταῦθα τὸ ἔργον τῷ ἀγαθῷ ποιμένι, τῷ γνωστῶς