1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

τὸν καιρὸν ἐκεῖνον εἰς εὐχὴν ἀναλί σκειν, ἅτε καὶ σχολαζούσης τῆς ψυχῆς, καὶ μεγάλης οὔσης τῆς βλάβης ἐὰν ῥᾳθυμήσωμεν. Καὶ ὁ ἀποκα λύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Ὅρα, δεύτερον ἤδη τοῦ Θεοῦ μέμνηται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλ' ἐκεῖ μέν φησι· Ὁ ὢν ἐν τῷ οὐρανῷ· ἐνταῦθα δὲ, Ὁ ἀποκαλύπτων μυστήρια. Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνω ρίσαι, καὶ ἵνα γνῷς τοὺς διαλογισμοὺς τῆς καρδίας σου. Μονονουχὶ λέγων· Ἡ ἀρχὴ τῆς εὑρέσεως οὐ παρ' ἐμοῦ, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο παρ' ἑτέρου μαθεῖν πλέον ἔχων τῶν ἄλλων. Οὐδὲ γὰρ ἐπειδὴ σοφὸν εἶδεν, τοῦτο ἐποίησεν. Εἰ γὰρ καὶ τούτων εἰρημένων παρ' αὐτοῦ, ὡς Θεὸν αὐτὸν προσεκύνησε· τί, εἰ μὴ τοῦτο ἦν; Ἀλλὰ διὰ σὲ, φησίν. Οὐ σύ μοι χά ριν ἔχειν ὀφείλεις, ἀλλ' ἐγὼ σοί· ἵνα γὰρ σὺ μάθῃς, ἔμαθον ἐγώ. Ὅρα πῶς αὐτὸν οἰκειοῖ πρὸς τὸν Θεὸν, καὶ τὸ μέλλον θαῦμα περὶ αὐτὸν ἔσεσθαι, καὶ τὸ φίλτρον προλαβὼν ἀνατίθησι τῷ Θεῷ. Ὁ γὰρ μαθὼν ὅτι τιμῶν αὐτὸν ὁ Θεὸς τοῦτο ἐποίησεν, εὔδηλον ὅτι ᾠκειώθη ἂν αὐτῷ. Σὲ μᾶλλον ἐτίμησε, φησὶ, ἢ ἐμέ. Εἶδες πῶς ἀφιλότιμος ὁ νέος, πῶς οὐ πρότερον ἅπτε ται τῶν ῥημάτων, ἕως ἂν ἀποστήσῃ αὐτὸν τοῦ μεγά λην περὶ αὐτοῦ δόξαν ἔχειν; Πῶς οὖν οὗτος ἐθύρα δόξαν, ὁ καὶ διδομένην αὐτὴν ἀποκρουόμενος; Καὶ οὐκ εἶπεν, Ἐπειδὴ σέβω τὸν Θεὸν, ἐπειδὴ θεραπεύω αὐτὸν μᾶλλον τῶν ἄλλων, ἀπεκαλύφθη ἐμοὶ, ἀλλ', Ὑπὲρ τοῦ σὲ μαθεῖν ὃ χρησιμώτατον ἦν. Ἐκεῖνο γὰρ καὶ μὴ εἰπόντος, ἠκολούθει τῇ διανοίᾳ ἀκουόντων. 56.205 Σὺ βασιλεὺς ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, ἡ εἰκὼν ἐκείνη μεγάλη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. Εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες αὐτῆς καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ· ἡ κοιλία αὐτῆς καὶ οἱ μηροὶ χαλκοῖ· αἱ κνῆμαι σιδηραῖ· οἱ πόδες μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον. Ὅρα ποίας ὄψεως ἠξιώθη Ναβουχοδονόσορ. Ἐπειδὴ γὰρ ἔμελλεν εἰς ἔθνη τὸ κήρυγμα διαδίδοσθαι, προανα κρούεται τοῦτο ἄνωθεν τὴν ἐθνικὴν παράδοσιν· καὶ ἐν ἐθνικῇ τοῦτο ὁρᾶται, τοῦ ναοῦ καταλυθέντος, τῶν νομικῶν ἀνῃρημένων. Πλὴν διὰ Ἑβραίων ἑρμηνεύε ται. Εἰ γὰρ καὶ εἰς ἐθνικοὺς ἔμελλε διαδίδοσθαι, ἀλλὰ διὰ Ἑβραίων ἀνδρῶν, τῶν ἀποστόλων. Τοῦτο καὶ ἐπὶ τοῦ Κορνηλίου γέγονε. Προλαμβάνει τὰ ἔθνη, καὶ οὐκ ἀκολουθεῖ. Οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα πρῶτος εἶδεν ὁ Ναβουχοδονόσορ, τὴν δὲ γνῶσιν πρῶτος εἶδε ∆ανιήl. Καὶ ἵν' εἰδῇς ὅτι καὶ πρῶτοι καὶ ὕστεροι οἱ Ἰουδαῖοι· πρῶτοι τὰ ἀγαθὰ ἔλαβον, ἀλλὰ οὐκ ᾔδεισαν ὅπερ ἔλαβον, ἵνα ἴσον γένηται. Οὕτω κἀκεῖ πρὸ τοῦ βαπτίσματος κατηξιώθησαν Πνεύματος. Οὕτω καὶ ἐπὶ Ἀβραὰμ πρώτη ἡ πληθὺς ἐκείνη τῶν ἐθνῶν, ὑστέρα δὲ ἡ περιτομή· ἀλλὰ διὰ περιτομῆς ἡ σωτη ρία. Εἶπον ταῦτα μυριάκις οἱ προφῆται τοῖς Ἰου δαίοις, καὶ εἰ μὴ πολλὴ παρ' ὑμῖν ἡ νωθεία, κἂν ἐξεκάλυψα, ποῦ καὶ πότε. Ἐπειδὴ δὲ οὐ προσεῖχον, μεταβαίνει εἰς τὰ ἔθνη λοιπόν. Ἀκούοντες ἐκεῖνοι τούτων τῶν ῥημάτων, κατέπτυον· ὁ ἐθνικὸς ἀκούσας προσεκύνησεν. Ὅρα καὶ τὰ ἐπὶ Χριστοῦ διατυπού μενα. Ἡ Χανανῖτις προσκυνεῖ· οὗτοι οὐ ποιοῦσι τοῦτο, ἀλλ' ἐλαύνουσιν. Οὕτω καὶ ἐνταῦθα ἐκεῖνοι ἔδησαν τὸν Ἱερεμίαν, οὗτος προσεκύνησε τὸν ∆ανιήl. Πάλιν Ἰουδαῖοι τοὺς ἀποστόλους ἀπελαύνουσιν, οἱ Ἕλληνες λέγουσιν, ὅτι Οἱ θεοὶ κατέβησαν πρὸς ἡμᾶς. Ὅταν γὰρ ἡ κρίσις χωρὶς πάθους γίνηται, ἀδέκαστός ἐστι καὶ καθαρά. Ὁρᾷς τοὺς τύπους λάμποντας; Ἐν Βαβυλῶνι τὰ περὶ Χριστοῦ ἀκούεται, καὶ ἀκροατὴς ὁ βάρβαρος γίνεται, ἵνα μάθῃς ὅτι οὐ μόνον ἐθνικοὶ, ἀλλὰ καὶ βάρβαροι ταῦτα ἀκούσονται, ὥσπερ ὁ Παῦλός φησι· Ὀφειλέτης εἰμὶ εὐαγγε λίσασθαι Ἕλλησί τε καὶ βαρβάροις. Καὶ ἵνα μὴ ἀπογνῷς, τὰς ἐλπίδας ὑποτυποῦται. Τί γὰρ οὐκ ἦν κώ λυμα; Ὁ τῦφος ὁ βασιλικὸς, ἡ φύσις αὐτὴ ἡ βαρβα ρικὴ, τὸ εὐτελὲς τοῦ λέγοντος· αἰχμάλωτος γὰρ ἦν· ἡ ἡλικία· νέος γάρ· τὸ τῆς θρησκείας ἀλλότριον. Οὐκ εἶπεν, Ἔδεισε προϊδεῖν τὰ σὰ, τὴν αἰχμαλωσίαν τῆς πόλεως· ἐκεῖνα ἠγνόησας, καὶ ταῦτα προλέγεις; Ἅπερ