8
ἁμαρτημάτων ἐγίνετο πρόξενος, ἐπειδὴ ταῖς διαγορεύσεσι τἀναντία διεπραττόμεθα. Ro+m 7,6 Ἀλλὰ πάντα νῦν, φησί, μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ γεγόναμεν, ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς τὸ τῷ νόμῳ πολιτεύεσθαι. ὅθεν οὐδέ ἐστί τις ἡμῖν κοινωνία βίου πρὸς αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέντες γὰρ τῇ δυνάμει τοῦ πνεύματος καὶ ἕτεροι μὲν ἀνθ' ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν. οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς 126 τοῦ κακοῦ τὴν ἀποχήν· ταῦτα γὰρ τοῖς ἐν τῇ τοῦ βίου τούτου παλαιότητι καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνα καινισθεῖσι καὶ γεγονόσιν ἀφθάρτοις, οἷς νόμων οὐκέτι χρεία διὰ τὸ μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν ἔχοντα τῶν ὑπὸ τῷ νόμῳ παιδαγωγουμένων. Ro+m 7,7 Αἰσθόμενος ἀπό τε τοῦ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, καὶ ἀπὸ τοῦ νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα, καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς ἀνωτέροις εἰρήκει, διαβολήν τινα ἐπιφυομένην τῷ νόμῳ ὡς ἂν αἰτίῳ καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ τὸν περὶ τούτων λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτως λέγων· τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; ἀλλ' ἆρα, φησί, μὴ τοῦτο ἀπὸ τῶν ἡμετέρων δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νόμος; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. τοὐναντίον οὐδ' ἂν ἔγνων τὴν ἁμαρτίαν ἧς ἐκκλίνειν προσήκει τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παιδεύων ἡμᾶς ἅ τε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ· ὥστε ὁ νόμος ἡμῖν τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος, ὃς ὑπέδειξέν τε αὐτὴν καὶ ἀποφεύγειν προσέταξεν. καὶ σαφέστερον ποιῶν τὸ εἰρημένον ἐπήγαγεν· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλε γεν· οὐκ ἐπιθυμήσεις. πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρ όντα βίον συμβέβηκεν, οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς κοινωνίας μόνον ἀλλὰ καὶ δόξης καὶ χρημάτων· ὧν δὲ τὴν ἐπιθυμίαν ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ νόμου διδάσκοντος ἡμᾶς ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ οὖν καὶ τῶν <ἀ>λόγων ἕκαστον ἀπαραιτήτως τὴν οἰκείαν ἐκπληροῦν ἐπι θυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλκοντος ὑφ' οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ εἰς μείζονα τοῦ λεγομένου σαφήνειαν· νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη καὶ συνεβάλλετο τὰ κατ' ἐκεῖνον εἰς σύστασιν τῶν περὶ τοῦ νόμου λόγων. Ro+m 7,8 Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδάμ, ἐπεὶ κἀκεῖνος προκει μένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν 127 ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς, καὶ οὐκ ἦν ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουληθέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως, ὡς εἰκός, τοῦ καρποῦ, ἐκωλύετο δὲ ὅμως ὑπὸ τῆς ἐντολῆς ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων ἡγού μενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχεν, τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν, τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέν τος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἁμαρτίας ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς, δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι, οἷς οὐκ ἐμμένοντες δῆλοι πάντως ἐσμὲν ἁμαρτάνον τες. ὥστε οὐ κατ' ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχεν διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν, ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθάνοντες ἡμαρτάνομεν, τὰ τῆς