1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

λέγουσιν οἱ ἀγνώμονες· ἔδει τὸν Χριστὸν ἀναστῆσαι ἑαυτόν. Αὐτὸ τὸ λεγόμενον κατάλυσις τῆς βασιλείας αὐτοῦ ἦν, καὶ τῆς οἰκουμένης ἁπάσης συντέλεια. Καὶ ἐπίστευσε Ναβουχοδονόσορ. Οὐ γὰρ ἂν, εἰ μὴ ἐπίστευσεν, ἔθυσε τῷ ∆ανιήl. Πιστεύει Ναβουχοδονόσορ, τινὲς δὲ ἀπιστοῦσι τοῦτο. ∆ιὰ τοῦτο πολλαὶ προῤῥήσεις ἐγίνοντο. Εἰ μὴ ἐγένοντο ἐκεῖναι, μηδὲ ταύταις πίστευε. Ἵνα δὲ μὴ ἐπὶ πλέον ἀσαφῆ ποιῶ τὸν λόγον, φέρε τοῦτον ὑμῖν ἑρμηνεύσωμεν. Πέντε εἶδεν ὕλας, χρυσὸν, ἄργυρον, χαλκὸν, σίδηρον, ὄστρακον. Εἶτα εἰκὼν πᾶσα ὁ χρόνος ἐστὶ, καὶ ἡ ἀκο λουθία τοῦ χρόνου. Καὶ καλῶς εἶπεν, Εἰκών. Εἰκόνι γὰρ ἔοικε τὰ ἡμέτερα, εἰκόνι ἀψύχῳ. Καὶ καλῶς 56.206 εἰκὼν ἀπὸ χρυσοῦ. Καθάπερ γὰρ ὁ χρυσὸς, κἂν λαμπρὸς ᾖ, ἀπὸ γῆς ἐστιν, οὕτω καὶ ἡ φύσις ἡ ἡμετέρα, καὶ τὰ πράγματα. Καὶ ὅρα ὅτι κόνις γίνε ται, ὅπερ ἦν πρὸ τούτου. Καίτοι τοῦτο λίθος οὐκ ἂν ἐργάσαιτο. Συντρίψαι μὲν δύναται λίθος, οὐσίαν δὲ μεταβαλεῖν οὐ δύναται. Ἀλλὰ τοῦτο γέγονεν. Εἶδες τὸ μυστήριον τῆς ἀναστάσεως. Καὶ γὰρ τῶν σωμάτων ἡμῖν πρότερον στοιχειωθέντων, καὶ πρὸς τὴν ἀρχαίαν ἐπανελθόντων φύσιν, τὴν γῆν λέγω, τότε ἡ φθορὰ ἐπεισέρχεται. Ταῦτα δὲ πάντα ὁ λίθος ποιεῖ. Ὥστε ὅταν ἴδῃς τὴν εἰκόνα ἐκ διαφόρων συγκειμένην ὑλῶν, καὶ τὴν μὲν κεφαλὴν αὐτῆς λαμπρὰν, τὸ δὲ στῆθος φαυλότερον, καὶ τὴν γαστέρα ἀτιμοτέραν, καὶ τὰς κνήμας εὐτελεστέρας, τὴν διαφορὰν ταύτην περὶ τὴν ὄψιν νόμιζε. Μιᾶς γὰρ οὐσίας τὰ πάντα· καὶ μαρτυ ρεῖ τὸ τέλος, εἰς κόνιν ἅπαντα διαλύον. Οὐ μικρὰ αὕτη φιλοσοφία. Ἐννόησον γὰρ τὴν φιλοσοφίαν ταύ την καὶ ἀπὸ τῶν παρόντων πραγμάτων, ἀπὸ τοῦ κρατοῦντος καταγαγὼν τὸν βασιλεύοντα, τὸν ὕπαρχον, τὸν μετ' ἐκεῖνον, τὸν χαλκὸν, τοὺς μετὰ ταῦτα ὀστρακί νους, σιδηροῦς. Ἀλλ' ἐὰν εἰς τὴν σορὸν ἔλθῃς, κἂν μυριάκις κἀκεῖ βιάζωνται λάρνακα χρυσῆν κατασκευά ζοντες, ὄψει τὴν φύσιν αὐτήν. Πάλιν νόει μοι τὸν πλούσιον, τὸν δέσμιον, ἐκεῖνον τὸν πλούσιον, τὸν πέ νητα μέχρι τοῦ ὀστράκου, καὶ ὄψει πάντα κόνιν. Ἀλλ' ὅρα. Οὐ πρότερον ἐφάνη πάντα κόνις ὄντα, ἕως ὁ λίθος κατέπεσεν. Ἐθεώρεις ἕως ἀπετμήθη λίθος ἀπὸ τοῦ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρα κίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθη εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Οὐ γὰρ πρότερον ἐφάνη τῶν πραγμάτων ἡ φύσις, ἕως ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλεν, ὅτι ὁ χρυσὸς οὐ χρυσός. Ὅρα δὲ καὶ ἐν αὐτῷ τούτῳ οὐ μετὰ τὴν συντριβὴν, ἀλλ' ἔτι ἑστώτων αὐτῶν, οὐδὲν δὲ τοῦτο ἐκείνου τιμιώτερον ὄν. Ὅρα καὶ τῇ ὄψει, καὶ τῷ χρόνῳ, καὶ τῇ ποιότητι ταῦτα ἐκείνων βελτίω. ∆ιὰ γὰρ τοῦτο καὶ χρυσίον ἀπὸ γῆς ἐποίησεν ὁ Θεὸς, ἵνα μηδὲν μέγα περὶ αὐτοῦ φαντασθῇς Τίνος δὲ ἕνεκεν τὴν αὐτοῦ βασιλείαν καλεῖ χρυσῆν, τὴν δὲ τῶν Περσῶν ἀργυρᾶν, καὶ τὴν τῶν Μακεδόνων χαλκῆν, καὶ τὴν τῶν Ῥωμαίων σιδηρᾶν καὶ ὀστρακίνην; Ὅρα καταλ- λήλους τὰς ὕλας. Ὁ γὰρ χρυσὸς πλούτου μέν ἐστι ἐμφαντικὸν, ἀσθενὲς δὲ, καὶ πρὸς ἀπάτην καὶ πρὸς κόσμον μᾶλλον καὶ φιλοτιμίαν ἐπιτήδειος. Οὕτω καὶ ἐκείνη ἡ βασιλεία ἡ τοῦ βαρβάρου. Πολὺ παρ' αὐτῷ τὸ χρυσίον ἦν καὶ τοῖς βαρβάροις, ἐπειδὴ καὶ ἐκεῖ λέγονται εἶναι ὕλαι μεταλλικαί. Καὶ γὰρ παρὰ τῶν Σήρων πολὺς ὁ πλοῦτος, ἀλλ' ἄχρηστος. Κεφαλὴν δὲ ἐπέχει, ἐπειδὴ πρώτη ἐφάνη. Ἡ δὲ Περσῶν οὐχ οὕτως εὔπορος, ὥσπερ οὖν οὐδὲ Μακεδόνων· ἡ δὲ Ῥωμαίων χρησιμωτέρα τε καὶ ἰσχυροτέρα, ὑστέρα μὲν τοῖς χρόνοις, διὸ καὶ ποδῶν τάξιν ἐπέχει. Ἔστι δὲ αὐτῆς τὰ μὲν ἀσθενῆ, τὰ δὲ ἰσχυρότερα. Τοιοῦτο τὸ ἀλλό κοτον τῶν ἀνθρώπων. Καὶ ὅταν πληθυνθῇ, φησὶν, ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 56.207 Ἀγάπης δὲ ψυγομένης, ἀνάγκη ἔχθρας εἶναι καὶ πολέμους· τῶν ἐπιβουλευόντων ὄντων καὶ τῶν ἐχθρῶν, ἀνάγκη συνεῖναι τοὺς ἀνθρώπους ἀλλήλοις, ὥσπερ τῷ σιδήρῳ τὸν ὄστρακον. Καθάπερ μὲν ἐκεῖνα τῇ φύσει διέστηκεν, καὶ οὐκ ἂν ἀλλήλοις ὁμιλήσειεν· οὕτω καὶ ταῦτα. Τοῦτο καὶ οἱ προφῆται καὶ οἱ ἀπό στολοι λέγουσι. ∆ιὸ καὶ συντέλεια