1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

9

ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι· τοῦτο γὰρ λέγει τὸ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου. ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν, ἅ τε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν. οὕτω καὶ ἐν τοῖς ἀνωτέροις τὸ τὴν ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις, ἀντὶ τοῦ οὐκ ἂν ᾔδειν ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων, εἰ μὴ νόμος ἦν ὁ τοῦτο διορίζων ἡμῖν· καὶ γὰρ τὸ ἐν ἐμοὶ ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν. ὅθεν ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου, διὰ πάντων δεῖξαι βουλόμενος, ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολιτευόμεθα, ὑφ' ὧν ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις, παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ ποιεῖν προσήκει, ὥστε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς μελλούσης ἡμῖν καταστάσεως ἐν ᾗ γεγονότες τὰ φαινόμενα ἡμῖν καλά, ταῦτα καὶ ποιῆσαι δυνησόμεθα ῥᾳδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος ἀκολουθίας καὶ τοῦ δεικνύναι, ὡς οὐδ' ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦ τε καλοῦ καὶ τοῦ χείρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα διώριστο παρ' ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλο μεν, ἐπάγει· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. οὐδ' ἂν ἐνεργηθείη, φησίν, ἁμάρτημα μὴ νόμῳ διωρισμένον. διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν128. Ro+m 7,9-11 Πάλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προκειμένου πίστωσιν, καί φησιν· ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, περὶ τοῦ Ἀδὰμ λέγων, ὡς ἂν ὅτε εὐθὺς ἐγένετο ἔξω νόμου τυγχάνοντος, πρὶν ἢ δέξασθαι παρὰ τοῦ θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα· δῆλον γὰρ ὡς ἐγένετο πρότερον, εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον. ὅθεν ἐπάγει· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον. ἐπειδὴ δέ, φησίν, ὁ θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρτία παρείσδυσιν ἔσχεν, ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην, γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ τοῦ θεοῦ τεθεὶς νόμος ἐπὶ τῷ ζῆσαι πεισθέντας αὐτῷ. ὁ γάρ τοι μακάριος Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους, δεῖξαι βουλόμενος ὡς οὐ φαῦλον αὐτὸν ἡγεῖται· κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται , τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων, ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει· ὥστε μὲν ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ τὰ ἑξῆς. Ro+m 7,12 Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα λέγει· ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή, ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως οὐκ ἐπ' ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δεδόσθαι καὶ θανάτου παρεκτικῆς ἅπασι γενομένης. ἐκάλεσε δὲ αὐτὴν ἁγίαν μὲν ὡς τὰς ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφορίζουσαν , δικαίαν δὲ ὡς ἀναγκαίως μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπάγουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν, ἀλλὰ καὶ ἀγαθὴν ὡς καλῶν παρεκτικήν, τό τε παρέχειν τὴν διάγνωσιν καὶ τὸ μείζονα πειθομένοις ὑπισχνεῖσθαι καλά129.Ro+m 7,13 Ἀντιτίθησιν ἑαυτῷ τὸ παρ' ἑτέρων καιρίως λέγεσθαι δυνάμενον καί φησιν· τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; καὶ τοῦτο ἀγαθόν, φησίν, ὃ θανάτου κατέστη μόνον αἴτιον, ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, ἀντὶ τοῦ οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο, ἀγαθὸν δὲ παρέσχεν οὐδέν. καὶ τίνος ἐξ αὐτῆς ἀπελαύσαμεν ἀγαθοῦ; ἀλλ' ἡ ἁμαρτία, φησίν, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ