1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

10

Νέας πόλεως ἐν τῷ τάφῳ Ἰωσήφ. Βορκοννείμ ̣Richt 8, 7. 16 ̣. Ἀʹ τραγακάνθας, Σʹ τριβόλους. Βηρά ̣Richt 9, 21̣. ἔνθα φυγὼν Ἀβιμέλεχ Ἰωάθαμ κατῴκησεν. ἀπέχει ἡ κώμη Ἐλευθεροπόλεως σημείοις ηʹ ἐν τοῖς βορείοις. 56 Βααλθαμάρ ̣Richt 20, 33̣, πλησίον Γαβά. ἔνθα παρετάξαντο οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον τῇ φυλῇ Βενιαμίν. καὶ καλεῖται ἐν τοῖς τόποις εἰς ἔτι Βηθθαμάρ. Βασιλειῶν. Βηθχώρ ̣I Sam 7, 11f. ̣. ἔνθα κατεδίωξεν ὁ λαὸς «τοὺς ἀλλοφύλους»· καὶ ἐκλήθη «λίθος τοῦ βοηθοῦ». Βαμά ̣I Sam 9, 12 ̣. ἔνθα συνέφαγε Σαοὺλ τῷ Σαμουήλ, μέλλων χρίεσθαι εἰς βασιλέα. ὁ δὲ Ἀκύλας τὸ ἐν Βαμὰ ὑψώματι ἡρμήνευσεν. Βωσῆς ̣I Sam 14, 4 ̣. ὄνομα πέτρας. Βασώρ ̣I Sam 30, 9 ̣. χειμάρρους ἔνθα ἦλθε ∆αυίδ. Βωρασάν ̣I Sam 30, 30̣. ἔνθα ἀπέστειλε ∆αυὶδ «τῶν σκύλων». Βαουρείμ ̣II Sam 3, 16̣. ἔνθα τὴν Μελχὼλ κατέστησεν ὁ ἀνὴρ αὐτῆς. Βααλασώρ ̣II Sam 13, 23̣. «ἐχόμενα Ἐφραΐμ», ἔνθα ἔκειρον «τῷ Ἀβεσσαλώμ». Βηθμαχά ̣II Sam 20, 14̣. * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * Μαχαμείμ. Βάλθ ̣I Kön 9, 18̣. πόλις ἣν ᾠκοδόμησε Σολομών. Βαιθσαρισά ̣II Kön 4, 42 ̣. ὅθεν ὁ ἄνθρωπος πρὸς Ἐλισσαῖον. ἔστιν ἐν ὁρίοις ∆ιοσπόλεως ἀπὸ σημείων ιεʹ τοῖς πρὸς βορρᾶν ἐν τῇ Θαμνιτικῇ. Βαιθαγγάν ̣II Kön 9, 27̣. ὁδὸς δι' ἧς ἔφυγεν Ὀχοζίας. Βασεκάθ ̣II Kön 22, 1 ̣. πόλις ἀρχαία τῆς Ἰουδαίας. Βαιθακάθ ̣II Kön 10, 12 ̣. ἔνθα ἦλθεν Ἰοῦ. ἔστι κώμη τῆς 58 Σαμαρείας, τῆς Λεγεῶνος ἀπέχουσα σημείοις ιεʹ ἐν τῷ μεγάλῳ πεδίῳ. Ἀʹ οἴκῳ κάμψεως, Σʹ οἴκῳ ἑκάστων. Βαιθαννὴ ̣II Kön 17, 30̣ ἡ καὶ Βαινίθ. ταύτην ἔκτισαν οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Βύβλος ̣Ez 27, 9 ̣. πόλις Φοινίκης, ἐν Ἱεζεκιήλ, ἀνθ' οὗ τὸ Ἑβραϊκὸν ἔχει Γοβέλ. Βούβαστος ̣Ez 30, 17̣. πόλις Αἰγύπτου ἐν Ἱεζεκιήλ. Βώζ ̣Jer 25, 23̣. ἐν γῇ Κηδάρ. ἐν Ἱερεμίᾳ. Βήλ ̣Jer 50, 2 ̣. εἴδωλον Βαβυλῶνος. Ἀπὸ τοῦ Εὐαγγελίου. Βηθσαϊδά ̣Matth 11, 21 ̣. πόλις «Ἀνδρέου καὶ Πέτρου» καὶ Φιλίππου. κεῖται δὲ ἐν τῇ Γαλιλαίᾳ πρὸς τῇ Γεννησαρίτιδι λίμνῃ. Βηθφαγή ̣Matth 21, 1 ̣. κώμη πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἔνθα ἦλθεν κύριος Ἰησοῦς. Βηθανία ̣Matth 21, 17̣. κώμη ἐν δευτέρῳ Αἰλίας σημείῳ, ἐν κρημνῷ τοῦ ὄρους τῶν ἐλαιῶν, ἔνθα ὁ Χριστὸς τὸν Λάζαρον ἤγειρεν. δείκνυται εἰς ἔτι καὶ νῦν ὁ Λαζάρου τόπος. Βηθααβαρά ̣Ioh 1, 28 ̣. «ὅπου ἦν Ἰωάννης βαπτίζων», «πέραν τοῦ Ἰορδάνου». καὶ δείκνυται ὁ τόπος, ἐν ᾧ καὶ πλείους τῶν ἀδελφῶν εἰς ἔτι νῦν τὸ λουτρὸν φιλοτιμοῦνται λαμβάνειν. Βηζαθά ̣Ioh 5, 2̣. κολυμβήθρα ἐν Ἱερουσαλήμ, ἥτις ἐστὶν «ἡ προβατική», τὸ παλαιὸν εʹ στοὰς ἔχουσα. καὶ νῦν δείκνυται ἐν ταῖς αὐτόθι λίμναις διδύμοις, ὧν ἑκατέρα μὲν ἐκ τῶν κατ' ἔτος ὑετῶν πληροῦται, θατέρα δὲ παραδόξως πεφοινιγμένον δείκνυσι τὸ ὕδωρ, ἴχνος, ὥς φασι, φέρουσα τῶν πάλαι καθαιρομένων ἐν αὐτῇ ἱερείων. παρ' ὃ καὶ προβατικὴ καλεῖται, διὰ τὰ θύματα. 60 Στοιχεῖον Γ. Ἀπὸ τῆς Γενέσεως. Γαιών ̣Gen 2, 13̣. ὁ παρ' Αἰγυπτίοις Νεῖλος, ἐκ παραδείσου μὲν προϊών, κυκλῶν δὲ «πᾶσαν Αἰθιοπίαν». Γόμορρα ̣Gen 10, 19̣. μία τῆς πενταπόλεως Σοδόμων ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα. Γέραρα ̣Gen 20, 1̣. ἀφ' ἧς νῦν καλεῖται ἡ Γεραριτική, ὑπὲρ τὸν ∆αρωμᾶν κειμένη, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις κεʹ πρὸς νότον. ἦν δὲ τὸ παλαιὸν τῶν Χαναναίων ὅριον πρὸς μεσημβρίαν, καὶ πόλις βασιλικὴ τῶν Φυλισταίων. κεῖται δέ, ὥς φησιν ἡ γραφή, «ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ», δύο ἐρήμων, τῆς μὲν τῇ Αἰγύπτῳ παρακειμένης, εἰς ἣν κατήντησεν ὁ λαὸς τὴν ἐρυθρὰν θάλασσαν διελθών, τῆς δὲ Κάδης ἐπὶ τὴν τῶν Σαρακηνῶν ἐρημίαν παρατεινούσης. Γαλαάδ ̣Gen 31, 21 ̣. ὄρος εἰς ὃ κατήντησεν Ἰακὼβ φεύγων τὸν Λαβάν, ὁδὸν ἀνύσας «ἡμερῶν ζʹ» ἀπὸ Χαρρὰν τῆς Μεσοποταμίας. κεῖται δὲ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Ἀραβίας, καὶ συνάπτον τῷ Λιβάνῳ παρατείνει διὰ τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνην Πέτρας, ἐν ᾗ κατῴκει Σηὼν ὁ Ἀμορραῖος. τοῦτο δέδοται εἰς κλῆρον τοῖς υἱοῖς Ῥουβὶν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. καὶ ἐν 62 Ἱερεμίᾳ δὲ «Γαλαάδ, σύ μοι ἀρχὴ τοῦ Λιβάνου» εἴρηται. ἔστι δὲ καὶ Γαλαὰδ πόλις ὁμώνυμος τῷ ὄρει, ἐπ' αὐτῷ κειμένη, ἣν ἔλαβεν