1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

10

ΛΘʹ. Ταῦτ' οὖν μακροτέρου μὲν ἢ κατὰ τὸν παρ όντα καιρὸν, οἶμαι δὲ καὶ βίον, τοῦ λόγου καὶ νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον· μᾶλλον δὲ καὶ νῦν καὶ ἀεὶ τοῦ Πνεύματος, ᾧ μόνῳ Θεὸς καὶ νοεῖται καὶ ἑρμηνεύεται καὶ ἀκούεται. Κα θαρῷ γὰρ μόνον ἁπτέον τοῦ καθαροῦ καὶ ὡσαύ τως ἔχοντος· οὗ δ' εἵνεκα νῦν ἐν ὀλίγῳ διεληλύθαμεν, ἵν' ἐκεῖνο δηλώσωμεν, ὅτι χαλεπὸν ἐν πλήθει μάλιστα, περὶ τηλικούτων διαλεγόμενον, ἐκ παντο δαπῆς συγκειμένῳ καὶ ἡλικίας καὶ ἕξεως, οἷον ὀρ γάνῳ τινὶ πολυχόρδῳ διαφόρων δεομένῳ καὶ τῶν κρουμάτων, εὑρεῖν τινα τὸν πάντας καταρτίσαι δυνάμενον λόγον, καὶ λαμπρῦναι τῷ φωτὶ τῆς γνώσεως· οὐ μόνον ὅτι ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος, διανοίᾳ καὶ λόγῳ καὶ ἀκοῇ, ἀναγκαῖον περὶ ἕν γέτι τούτων, εἰ καὶ μὴ πάντα, προσπταῖσαι· ἢ γὰρ οὐκ ἐνελάμφθη νοῦς, ἢ λόγος ἠσθένη σεν, ἢ οὐκ ἐχώρησεν ἀκοὴ μὴ κεκαθαρμένη· καὶ ὁμοίως ἐξ ἑνὸς τούτων καὶ πάντων χωλεύειν ἀνάγκη τὴν ἀλήθειαν· ἀλλ' ὅτι καὶ ὃ τοῖς ἄλλο τι διδάσκειν ὑπισχνουμένοις ῥᾷστον ποιεῖ τὸν λόγον καὶ εὐπαράδεκτον, ἡ τῶν ἀκουόντων εὐλάβεια, τοῦτο ἐνταῦθα ἡ ζημία καθίσταται καὶ ὁ κίνδυνος.

Μʹ. Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ μεγίστου τῶν ὄν των ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς, καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν εἰσὶ θερμότεροι, τοσούτῳ προσαντέστεροι τῷ λόγῳ, καὶ προδοσίαν τῆς ἀληθείας, οὐκ εὐσέβειαν τὴν εὐ πείθειαν ὑπολαμβάνοντες, πάντα πρόοιντ' ἂν πρότερον ἢ τοὺς οἴκοθεν λογισμοὺς, μεθ' ὧν ἕρ χονται, καὶ τῶν δογμάτων οἷς συνανεστράφησαν τὴν συνήθειαν· καὶ τοῦτο ἔτι λέγω τῶν μετριωτέ ρων καὶ οὐ πάντη κακῶν τὸ πάθος, οἳ κἂν τῆς ἀληθείας 35.449 διαμαρτάνωσιν, ἀλλὰ τῷ γε δι' εὐλάβειαν τοῦτο πάσχειν, καὶ ζῆλον μὲν ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, τυχὸν ἔσονται τῶν οὐ σφόδρα κατακρινομένων, οὐδὲ πολλὰς δερομένων, ὡς οἱ διὰ κακίαν καὶ πονηρίαν τοῦ δεσποτικοῦ θελήματος ἀποπίπτοντες. Καὶ τάχα ἂν οὗτοι μεταπεισθεῖέν ποτε, καὶ μετα βληθεῖεν ὑπὸ τῆς αὐτῆς εὐλαβείας, ὑφ' ἧς καὶ ἀντέβαι νον, εἴ τις αὐτῶν ἅψαιτο λόγος, ἢ οἴκοθεν ἢ ἔξωθεν κρούσας καιρίως, ὥσπερ σίδηρος πυρῖτιν λίθον, τὴν ἐγκύμονα καὶ ἀξίαν φωτὸς διάνοιαν· ἐν ᾗ καὶ τάχιστα ἂν ἐκ μικροῦ σπινθῆρος ὁ τῆς ἀληθείας πυρσὸς ἐκλάμψειε.

ΜΑʹ. Τί δ' ἂν εἴποι τις περὶ τῶν διὰ κενοδο ξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούν των, Ἰαννοῦ τινος ἢ Ἰαμβροῦ μεγαληγορίας, οὐ κατὰ Μωϋσέως, τῆς δ' ἀληθείας ὁπλιζομένων, καὶ τῆς ὑγιαινούσης κατεξανισταμένων διδασκαλίας; ἢ τῆς τρίτης μοίρας τῶν δι' ἀπαιδευσίαν καὶ τὴν ἐπομένην ταύτῃ θρασύτητα ὁμόσε παντὶ λόγῳ χωρούντων συώδει πάθει, καὶ καταπατούντων τοὺς καλοὺς μαργαρίτας τῆς ἀληθείας;

ΜΒʹ. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέ ροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λό γοις καὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόμενοι τὸ κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες· ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης περιφερόμενοι καὶ στρεφόμενοι, καὶ παντὶ λόγῳ κα ταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀμείψαν τες διδασκάλους καὶ πολλὰ γράμματα, ὥσπερ χοῦν ἀνέμοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαμόντες καὶ ἀκοὴν καὶ διάνοιαν, (ὢ τῆς ἀλογίας!) πρὸς πάντα λόγον ὁμοίως δυσχεραίνουσι, καὶ μοχθηρὸν τύ πον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡμῶν καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης τῆς πίστεως, μεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν λεγόντων ἐπὶ τὸν λόγον· ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλ 35.452 μοὺς κακῶς διακείμενος, ἢ τὰ ὦτα διεφθαρμένος, κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ μὲν ὡς ἀμαυροῦ καὶ οὐ στίλβοντος, τῶν δὲ ὡς ἐκμελῶν καὶ ἀτόνων.