1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

10

ΚΕΦΑΛΑΙΟΝ Θʹ.

Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου

χρείαν. Ἐπειδὴ τοίνυν θεοειδῆ τινὰ χάριν τῷ πλάσματι ἡμῶν ὁ ποιήσας δεδώρηται, τῶν ἰδίων ἀγαθῶν ἐνθεὶς τῇ εἰκόνι τὰς ὁμοιότητας· διὰ τοῦτο τὰ μὲν λοιπὰ τῶν ἀγαθῶν ἔδωκεν ἐκ φιλοτιμίας τῇ ἀνθρωπίνῃ φύσει. Νοῦ δὲ καὶ φρονήσεως οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι δέ δωκεν, ἀλλ' ὅτι μετέδωκε, τὸν ἴδιον αὐτοῦ τῆς φύσεως κόσμον ἐπιβαλὼν τῇ εἰκόνι. Ἐπεὶ οὖν νοερόν τι χρῆμα καὶ ἀσώματόν ἐστιν ὁ νοῦς, ἀκοινώνητον ἂν ἔσχε τὴν χάριν καὶ ἄμικτον, μὴ διά τινος ἐπινοίας φανερου μένης αὐτοῦ τῆς κινήσεως. Τούτου χάριν τῆς ὀργανι κῆς ταύτης προσεδεήθη κατασκευῆς, ἵνα πλήκτρου δί κην τῶν φωνητικῶν μορίων ἁπτόμενος, διὰ τῆς ποιᾶς τῶν φθόγγων τυπώσεως ἑρμηνεύσῃ τὴν ἔνδοθεν κίνη σιν. Καὶ ὥσπερ τις μουσικῆς ἔμπειρος ὢν, ἂν ἰδίαν ἐκ πάθους μὴ ἔχοι φωνὴν, βουλόμενος δὲ φανερὰν ποιῆσαι τὴν ἐπιστήμην, ἀλλοτρίαις ἐμμελῳδοίη φω ναῖς, δι' αὐλῶν ἢ λύρας δημοσιεύων τὴν τέχνην· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς, παντοδαπῶν νοημάτων εὑρε τὴς ὢν, τῷ μὴ δύνασθαι διὰ σωματικῶν αἰσθήσεων ἐπαϊούσῃ τῇ ψυχῇ δεικνύειν τὰς τῆς διανοίας ὁρμὰς, καθάπερ τις ἁρμοστὴς ἔντεχνος, τῶν ἐμψύχων τού των ὀργάνων ἁπτόμενος, διὰ τῆς ἐν τούτοις ἠχῆς φανερὰ ποιεῖ τὰ κεκρυμμένα νοήματα. Σύμμικτος δέ τις ἡ μουσικὴ περὶ τὸ ἀνθρώπινον ὄργανον αὐλοῦ καὶ λύρας, ὥσπερ ἐν συνῳδίᾳ τινὶ κατὰ ταὐτὸν ἀλλή λοις συμφθεγγομένων. Τὸ μὲν γὰρ πνεῦμα διὰ τῆς ἀρτηρίας, ἀπὸ τῶν πνευματοδόχων ἀγγείων ἀνωθού μενον, ὅταν ἡ ὁρμὴ τοῦ φθεγγομένου πρὸς φωνὴν τονώσῃ τὸ μέρος, ταῖς ἔνδοθεν προσαρασσόμενον προσ βολαῖς, αἳ κυκλοτερῶς τὸν αὐλοειδῆ τοῦτον διειλήφασι πόρον, μιμεῖταί πως τὴν διὰ τοῦ αὐλοῦ γινομένην φω νὴν, ταῖς ὑμενώδεσιν ἐξοχαῖς ἐν κύκλῳ περιδονούμενον. Ὑπερῴα δὲ τὸν κάτωθεν φθόγγον ἐκδέχεται τῷ κατ' αὐτὴν κενώματι, διδύμοις αὐλοῖς τοῖς ἐπὶ τοὺς μυκτῆ ρας διήκουσι, καὶ οἷον λεπίδων τισὶν ἐξοχαῖς τοῖς περὶ τὸν ἠθμὸν χόνδροις τὴν φωνὴν περισχίζουσα, γεγωνο τέραν τὴν ἠχὴν ἀπεργάζεται. Παρειὰ δὲ, καὶ γλῶσσα, καὶ ἡ περὶ τὸν φάρυγγα διασκευὴ, καθ' ἣν ὁ ἀνθε ρεὼν ὑποχαλᾶται κοιλαινόμενος, καὶ ὀξυτονῶν ἐπιτεί 152 νεται· ταῦτα πάντα τὴν ἐν ταῖς νευραῖς τοῦ πλή κτρου κίνησιν ὑποκρίνεται ποικίλως καὶ πολυτρόπως, ἐπὶ καιροῦ σὺν πολλῷ τῷ τάχει μεθαρμόζοντα πρὸς τὴν χρείαν τοὺς τόνους. Χειλέων δὲ διαστολὴ καὶ ἐπίμυσις ταὐτὸν ποιεῖ τοῖς διὰ τῶν δακτύλων ἐπιλαμ βάνουσι τοῦ αὐλοῦ τὸ πνεῦμα, καὶ τὴν ἁρμονίαν τοῦ μέλους.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ.

Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ. Οὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς

ὀργανικῆς ταύτης κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον, λογι κοὶ γεγόναμεν, οὐκ ἂν, ὡς οἶμαι, ἔχοντες τὴν τοῦ λό γου χάριν, εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ σώματος ἐπορίζομεν. Νυνὶ δὲ τὴν τοιαύτην λειτουρ γίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι, εὔθετον τῇ ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον. ∆ιπλῆ δὲ περὶ τὸ ὄργανον ἡ ἐνέργεια· ἡ μὲν πρὸς ἐργασίαν ἠχῆς, ἡ δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων, Καὶ οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἡ ἄλλη, ἀλλὰ παρα μένει τῇ ἐνεργείᾳ, ἐφ' ᾗ ἐτάχθη παρὰ τῆς φύσεως, οὐκ ἐνοχλοῦσα τῇ γείτονι, οὔτε τῆς ἀκοῆς λαλούσης, οὔτε τῆς φωνῆς ἀκουούσης. Ἡ μὲν γὰρ ἀεί τι πάν τως προΐεται, ἡ δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμ πλαται, καθώς φησί που Σολομών· ὅ μοι δοκεῖ καὶ μάλιστα τῶν ἐν ἡμῖν ἄξιον εἶναι καὶ θαυμάζεσθαι· τί τὸ πλάτος ἐκείνου τοῦ ἔνδοθεν χωρήματος, εἰς ὃ