10
κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου, διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τε καὶ χείρονος, πᾶν δὲ τὸ προστυχὸν ἁπλῶς καὶ ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις ὑπεναντίον νόμοις ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα· πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκεν νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν· ὑπακοῆς τε γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προύκειτο πρὸς ἑκάτερον αὐτῶν δυναμένῳ ῥέπειν, ὡς ἂν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ, τί μὲν ἁμάρτημα, τί δὲ δικαιο σύνη, καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα, ἁμάρτημα δὲ τὸ ποιεῖν τι τῶν θείων νόμων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα, εἶτα τὴν ὑπὲρ τοῦ πλημμελήματος τιμωρίαν ἐδέξατο, μεῖζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο, πάλαι μὲν λόγῳ παιδευθεὶς ὡς ἡ ἁμαρτία κακόν τι καὶ θανάτου παρεκτικόν, ὕστερον δὲ ἐπὶ τῶν ἔργων τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τὴν τιμωρίαν αὐτὸν καταστῆναι συνέβη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, ἀντὶ τοῦ ὥστε φανῆναι τὴν ἁμαρτίαν ὅ πέρ ἐστιν. τί δὲ τοῦτο, αὐτὸ τοῦτο ἁμαρτία; ἵνα εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ, ἵνα εἴπῃ διὰ τῆς ἐντολῆς, καὶ ὅπως ἐφάνη , κατεργαζομένη θάνατον ἀφ' ὧν θανάτου γίνεται πρόξενος. συνεβάλλετο οὖν μοι τὸ ἀγαθόν, ἵνα εἴπῃ ἡ ἐντολή, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν ὅτι δὴ κακῶν καὶ χειρόνων αἴτιον, ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη· τὸ γὰρ ἵνα οὐκ ἐπ' αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἀποδοτέον δὲ κατὰ τὴν ἔννοιαν τὸ διὰ τοῦ ἀγαθοῦ μοι τῷ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, οὐ τῷ ἑξῆς τῷ κατεργα ζομένη θάνατον· λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ τουτ' ἔστι τῆς ἐντολῆς, ἐφάνη μοι ἡ ἁμαρτία καὶ κατάδηλος ἐγένετο ἡλίκον ἐστὶ κακόν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδευόντων αὐτήν. εἶτα καὶ ἕτερον· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρ τωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τὸ ἵνα κἀνταῦθα οὐκ ἐπ' αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἴστι δὲ κατὰ τὴν ἔννοιαν ἐλλειπές, ἐπισυνημμένον τῷ πρὸ αὐτοῦ· οὐ γὰρ κατὰ ποίησιν τὸ ἵνα γένηται λέγει, ἀλλὰ κατὰ φανέρωσιν, ἀντὶ τοῦ ἵνα γένηται ἡμῖν κατάδηλος ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἄγαν οὖσα ἁμαρτωλός. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἁμαρτωλὸν καλοῦμεν τὸν πρὸς τἀναντία ῥέποντα καὶ ταῦτα ἐπιτηδεύοντα· οὕτω δὲ καὶ ἡ θεία λέγει γραφή, ὅθεν καὶ ἁμαρτωλὸν ὁ ἀπόστολος ἐπὶ τοῦ παρόντος τὴν ἁμαρτίαν καλεῖ, ὡς ἂν πρόξενον ἡμῖν τῆς περὶ τὸ ἁμαρτάνειν καταστᾶσαν ῥοπῆς. βούλεται δὲ διὰ πάντων εἰπεῖν, τίνος αἴτιος ἀγαθοῦ τῆς ἐντολῆς ἡ δόσις ἐγένετο· λέγει γὰρ ὅτι ὑπὸ μὲν τῆς ἁμαρτίας ἐγενόμεθα θνητοὶ τὴν φύσιν, θνητοὶ δὲ γεγονότες πολλὴν περὶ τὸ πταίειν τὴν ῥοπὴν ἐκτησάμεθα. ἔγνωμεν οὖν λοιπὸν πανταχόθεν τῆς ἁμαρτίας τὴν φαυλότητα· τοῦτο μὲν ἀφ' ὧν θανάτου πρόξενος ἡμῖν ἐγένετο, τοῦτο δὲ ἀφ' ὧν πολλήν τινα διὰ τοῦ θανάτου περὶ τὸ ἁμαρτάνειν τὴν ῥοπὴν ἡμῖν ἐνεποίησεν, ὡς πανταχόθεν τὸ κατ' αὐτῆς μῖσος ἀναγκαίως αὐξάνεσθαι ἐν ἡμῖν. ἀλλὰ τούτων ἁπάντων αἰτία τῆς ἐντολῆς ἡ δόσις, ἧς ἐκτὸς οὔτε ἁμαρτήματος φύσιν εἰδέναι ἦν ἡμῖν δυνατόν, οὔτε ἡλίκων γίνεται πρόξενον κακῶν. θαυμασιώτατα οὖν τῆς ἐντολῆς τὸ χρήσιμον ἔφη, εἴγε καὶ τὴν ἁμαρτίαν ὑπέδειξε καὶ μισεῖν αὐτὴν παρεσκεύασεν, ὡς καὶ ἐν τῇ τοῦ πταίειν συνεχείᾳ μεῖζον κατ' αὐτῆς διὰ τὴν ἐνόχλησιν ἀναδέχεσθαι μῖσος, ἐγνωκότας ἅπαξ ὅσον αἴτιον κακῶν τοῖς ἐπιτηδεύουσι γίγνεται. ταῦτα ἀποκρινάμενος τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος ἔχεται τῆς οἰκείας ἀκολουθίας, καὶ ἐπειδὴ διὰ πάντων ἔδειξεν αὐτάρκως τοῦ νόμου τὸ χρήσιμον, παρασχόντος ἡμῖν τὴν καθόλου διάκρισιν ὧν τε ποιεῖν ἡμᾶς καὶ ὧν ἀπέχεσθαι προσήκει, δείκνυσι λοιπὸν αὐτοῦ καὶ τὸ ἄτονον, ὥστε