11
ἀπὸ τοῦ Ἀμορραίου «Γαλαὰδ υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ». Γάδερ ̣Gen 35, 16̣. πύργος, ἔνθα κατοικήσαντος τοῦ Ἰακὼβ Ῥουβὶν τῇ Βάλλᾳ ἐπανίσταται. Γεθέμ ̣Gen 36, 35̣, ὡς δὲ τὸ Ἑβραϊκόν, Αὐείθ. πόλις Ἀδάδ, ὃς ἐβασίλευσε γῆς Ἐδὼμ τέταρτος ἐν τῇ Ἰδουμαίᾳ, τῇ νῦν Γεβαληνῇ καλουμένῃ. Γεσέμ ̣Gen 45, 10 ̣. χώρα τῆς Αἰγύπτου, ἐν ᾗ κατῴκησεν Ἰακὼβ ἅμα τοῖς υἱοῖς αὐτοῦ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Γασιὼν Γαβέρ ̣Num 33, 35̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν Ἀριθμοῖς· ὡς δὲ ἐν ∆ευτερονομίῳ, πόλις Ἡσαῦ.λέγουσι δὲ ταύτην εἶναι τὴν Αἰσίαν πλησίον τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀϊλά. Γαί ̣Num 33, 44 ̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. καὶ ἔστιν εἰς ἔτι νῦν Γαῖα πόλις τῇ Πέτρᾳ παρακειμένη. Γελμὼν ∆εβλαθαείμ ̣Num 33, 46 ̣. ἐπὶ τῆς ἐρήμου σταθμός. Γαδγάδ ̣Num 33, 32 ̣. ὄρος ἐπὶ τῆς ἐρήμου, σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Γάζα ̣Deut 2, 23 ̣. πόλις τῶν Εὐαίων, ἐν ᾗ κατῴκησαν Καππάδοκες, τοὺς Εὐαίους ἀνελόντες. τὸ παλαιὸν δὲ ἦν ὅριον τῶν Χαναναίων τῶν πρὸς τῇ Αἰγύπτῳ. καὶ ἀφωρίσθη μὲν τῇ φυλῇ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, οὐδὲ ἠφάνισε τοὺς ἐν αὐτῇ ἀλλοφύλους. μένει δὲ εἰς ἔτι νῦν πόλις ἐπίσημος τῆς Παλαιστίνης. 64 Γεργασεί ̣Deut 7, 1̣. ἐπέκεινα τοῦ Ἰορδάνου παρακειμένη πόλις τῷ Γαλαάδ, ἣν ἔλαβε φυλὴ Μανασσῆ. αὕτη δὲ λέγεται εἶναι ἡ Γερασά, πόλις ἐπίσημος τῆς Ἀραβίας. τινὲς δὲ αὐτὴν εἶναι τὴν Γάδαράν φασιν. μέμνηται δὲ καὶ τὸ Εὐαγγέλιον τῶν Γερασσινῶν. Γαδγαδά ̣Deut 10, 7̣. ἔνθα «χειμάρροι ὑδάτων», τόπος ἐπὶ τῆς ἐρήμου. Γαυλὼν ̣Deut 4, 43 ̣ ἢ Γωλάν. φυλῆς Μανασσῆ, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων «ἐν τῇ Βασανίτιδι». καὶ νῦν Γαυλὼν καλεῖται κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ. ὁμωνυμεῖ δὲ τῇ κώμῃ καὶ ἡ περίχωρος. Γαιβάλ ̣Deut 11, 29 ̣. ὄρος ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἔνθα κελεύει Μωϋσῆς στῆσαι θυσιαστήριον. καὶ λέγεται παρακεῖσθαι τῇ Ἱεριχὼ ὄρη δύο κατὰ πρόσωπον ἀλλήλων καὶ πλησίον, ὧν τὸ μὲν εἶναι Γαριζείν, τὸ δὲ Γαιβάλ. Σαμαρεῖται δὲ ἕτερα δεικνύουσιν τὰ τῇ Νέᾳ πόλει παρακείμενα, σφαλλόμενοι, ὅτι δὴ πλεῖστον διεστήκασιν ἀλλήλων τὰ ὑπ' αὐτῶν δεικνύμενα, ὡς μὴ δύνασθαι ἀλλήλων ἀκούειν τοὺς ἑκατέρωθεν βοῶντας. Γαριζείν ̣Deut 11, 29̣. ὄρος ἔνθα ἔστησαν οἱ τὰς εὐλογίας καταλέγοντες, πλησίον τοῦ προειρημένου Γαιβάλ. Γολγὼλ ̣Deut 11, 30 ̣ ἡ καὶ Γαλγάλ. ταύτης εἶναι πλησίον ἡ γραφὴ διδάσκει τὸ Γαριζεὶν καὶ τὸ Γαιβὰλ ὄρος. ἡ δὲ Γάλγαλα τόπος ἐστὶ τῆς Ἱεριχοῦς. Γαί «ἐν γῇ Μωάβ» ̣Deut. 34, 6 ̣. φάραγξ τῆς Μωάβ. «ἐγγὺς οἴκου Φογώρ», ἔνθα ἔθαψαν τὸν Μωϋσῆν. Ἀπὸ τοῦ Ἰησοῦ. Γάλγαλα ̣Jos 4, 19̣. ἡ αὐτή ἐστι τῇ ἀνωτέρω κειμένῃ Γολγὼλ «πρὸς ἡλίου ἀνατολαῖς» τῆς πάλαι Ἱεριχὼ εἴσω τοῦ Ἰορδάνου, ἔνθα 66 περιέτεμεν Ἰησοῦς τοὺς ἀπὸ τοῦ λαοῦ, καὶ «τὸ πάσχα» ἤγαγεν, καὶ πρώτως σίτου μετέλαβον ἐκλείποντος τοῦ μάννα, καὶ ἔστησαν τοὺς ἀπὸ «τοῦ Ἰορδάνου» λίθους. ἐν ταύτῃ πρῶτον κατέμεινεν ἡ σκηνὴ τοῦ μαρτυρίου. καὶ γέγονε κλήρου φυλῆς Ἰούδα. δείκνυται ὁ τόπος ἔρημος ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ὑπὸ τῶν ἐθνῶν ὡς ἱερὸς θρησκευόμενος. καὶ ἄλλη δὲ ἔοικεν εἶναι Γάλγαλα περὶ τὴν Βαιθήλ. Γαί ̣ςος 7, 2 ̣. ἥτις ἐστὶ πλησίον Βηθαῦν καὶ Βαιθήλ, ἣν ἐπολιόρκησεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. ἔστι δὲ νῦν ἔρημος. κατῴκει δὲ αὐτὴν τὸ παλαιὸν ὁ εἴσω τοῦ Ἰορδάνου Ἀμορραῖος. Γαβαών ̣Jos 9, 9ff. ̣. ὅθεν ἐλθόντες οἱ Γαβαωνῖται ἱκέται γίνονται τοῦ Ἰησοῦ. ἦν δὲ αὕτη μητρόπολις μεγάλη καὶ βασιλικὴ τῶν Εὐαίων, ἣ καὶ γέγονε κλήρου Βενιαμίν. καὶ ἔστι κώμη νῦν οὕτω καλουμένη πλησίον Βαιθὴλ πρὸς δυσμάς, ὡς ἀπὸ σημείων δ' παράκειται δὲ τῇ Ῥαμᾶ, καὶ ἀφώριστο Λευίταις πλησίον Ῥεμμαά. ἐνταῦθα Σολομὼν θύσας χρησμοῦ καταξιοῦται. Γαϊβέ ̣Jos 18, 24 ̣. κλήρου Βενιαμίν, καὶ αὐτὴ Λευίταις ἀφωρισμένη. Γαζέρ ̣Jos 10, 33̣. κλήρου Ἐφραΐμ, Λευίταις ἀφωρισμένη. καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣν καὶ ᾠκοδόμησε Σολομών. καὶ νῦν καλεῖται Γαζάρα κώμη Νικοπόλεως 68 ἀπέχουσα σημείοις δʹ ἐν βορείοις. οὐ μὴν ἀνεῖλεν ἐξ αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἐφραΐμ. Γοσόν ̣Jos 10, 41 ̣. καὶ ταύτην ἐπολιόρκησεν