1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

11

τούς τε καταλογάδην καὶ τοὺς ἐν ῥυθμῷ τινι καὶ μέτρῳ φιλοσοφήσαντας καταλι πόντες, σκοπὸν τοῦ λόγου τὴν θεόπνευστον Γραφὴν ποιησώμεθα, ἣ ψυχῆς ἐξαίρετον μηδὲν νομίζειν εἶναι νομοθετεῖ, ὃ μὴ καὶ τῆς θείας φύσεώς ἐστιν ἴδιον. Ὁ γὰρ ὁμοίωμα Θεοῦ τὴν ψυχὴν εἶναι φή σας, πᾶν ὃ ἀλλότριόν ἐστι Θεοῦ, ἐκτὸς εἶναι τοῦ ὅρου τῆς ψυχῆς ἀπεφήνατο. Οὐδὲ γὰρ ἂν ἐν τοῖς παρηλλαγμένοις διασωθείη τὸ ὅμοιον. Οὐκοῦν ἐπειδὴ τοιοῦτον οὐδὲ τῇ θείᾳ συνθεωρεῖται φύσει, οὐδὲ τῇ ψυχῇ συνουσιοῦσθαι ταῦτα κατὰ λόγον ἄν τις ὑπονοήσειε. Τὸ μὲν οὖν κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλ λογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον εἰς ἀπόδειξιν ἀληθείας τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. Πᾶσι γάρ ἐστι πρόδηλον τὸ τὴν δια λεκτικὴν περιεργίαν ἴσην ἐφ' ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν, καὶ πρὸς τὴν τοῦ ψεύδους κατηγορίαν. Ὅθεν καὶ αὐτὴν τὴν ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προάγη, δι' ὑποψίας πολλάκις ποιούμεθα, ὡς τῆς περὶ ταύτης δεινότητος παρακρουομένης ἡμῶν τὴν διάνοιαν, καὶ τῆς ἀληθείας ἀποσφαλείσης. Εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς προσίοιτο λόγον, ἐροῦμεν ὡς ἂν οἷόν τε ᾖ κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως τὴν περὶ τούτων θεωρίαν προσάγοντες. Τί οὖν ἐστιν ὅ φαμεν; Τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος νοῦ τε καὶ ἐπιστή μης δεκτικὸν εἶναι, ἢ παρὰ τῶν ἔξω τοῦ λόγου τοῦ καθ' ἡμᾶς μεμαρτύρηται, οὐκ ἂν οὕτω τοῦ ὁρι σμοῦ τὴν φύσιν ἡμῶν ὑπογράφοντος, εἴπερ ἐνεώρα θυμόν τε καὶ ἐπιθυμίαν καὶ τὰ τοιαῦτα πάντα συν ουσιωμένα τῇ φύσει. Οὐδὲ γὰρ ἐπ' ἄλλου τινὸς ὅρον ἄν τις ἀποδοίη τοῦ ὑποκειμένου, τὸ κοινὸν ἀντὶ τοῦ ἰδίου λέγων. 46.53 Ἐπεὶ οὖν τὸ ἐπιθυμητικόν τε καὶ θυμοειδὲς κατὰ τὸ ἴσον καὶ ἐπὶ τῆς ἀλόγου τε καὶ λογικῆς φύσεως καθορᾶται, οὐκ ἄν τις εὐλόγως ἐκ τοῦ κοινοῦ χαρακτη ρίζει τὸ ἴδιον. Ὃ δὲ πρὸς τὴν τῆς φύσεως ὑπο γραφὴν περιττόν τε καὶ ἀπόβλητον, πῶς ἔν εστιν ὡς μέρος τῆς φύσεως, ἐπ' ἀνατροπῇ τοῦ ὅρου τὴν ἰσχὺν ἔχειν; Πᾶς γὰρ ὁρισμὸς οὐσίας πρὸς τὸ ἴδιον τοῦ ὑποκειμένου βλέπει. Ὅ, τι δ' ἂν ἔξω τοῦ ἰδιάζοντος ᾖ, ὡς ἀλλότριον παρορᾶται τοῦ ὅρου. Ἀλλὰ μὴν ἡ κατὰ θυμόν τε καὶ ἐπιθυμίαν ἐνέργεια κοινὴ πάσης εἶναι τῆς λογικῆς τε καὶ ἀλόγου φύσεως ὁμολογεῖται. Πᾶν δὲ τὸ κοινὸν, οὐ ταὐτόν ἐστι τῷ ἰδιάζοντι. Ἀνάγκη ἄρα διὰ τούτων ἐστὶ, μὴ ἐν τούτοις εἶναι ταῦτα λογίζεσθαι, ἐν οἷς κατεξαίρε τον ἡ ἀνθρωπίνη χαρακτηρίζεται φύσις. Ἀλλ' ὥσπερ τὸ αἰσθητικὸν καὶ τὸ θρεπτικὸν καὶ αὐξητικὸν ἐν ἡμῖν τις ἰδὼν οὐκ ἀναλύει διὰ τούτων τὸν ἀποδο θέντα τῆς ψυχῆς ὅρον (οὐ γὰρ ἐπειδὴ τοῦτό ἐστιν ἐν τῇ ψυχῇ, ἐκεῖνο οὐκ ἔστιν), οὕτω καὶ τὰ περὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν κατανοήσας τῆς φύσεως ἡμῶν κινήματα, οὐκ ἂν εὐλόγως τῷ ὅρῳ μάχοιτο, ὡς ἐλλειπῶς ἐνδειξαμένῳ τὴν φύσιν. {Γ.} Τί οὖν χρὴ περὶ τούτου γινώσκειν, εἶπον πρὸς τὴν διδάσκαλον; Οὔπω γὰρ οἷός τέ εἰμι κατιδεῖν ὅπως προσήκει τὰ ἐν ἡμῖν ὄντα, ὡς ἀλλότρια τῆς φύσεως ἡμῶν ἀποποιεῖσθαι.

{Μ.} Ὁρᾷς, φησὶν, ὅτι μάχη τίς ἐστι τοῦ λογισμοῦ πρὸς ταῦτα, καὶ σπουδὴ τοῦ μονω θῆναι τὴν ψυχὴν τούτων, ὡς ἂν οἷόν τις ᾖ. Καί εἰσί γέ τινες οἷς κατώρθωται ἡ σπουδὴ, καθάπερ ἐπὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι κρείττων ἦν θυμοῦ τε καὶ ἐπιθυμίας ἐκεῖνος, ἀμφότερα μαρτυρούσης αὐτῷ τῆς ἱστορίας, ὅτι πρᾷος ἦν παρὰ πάντας ἀνθρώ πους (ἐνδείκνυται δὲ τὸ ἀόργητον διὰ τοῦ πρᾴου, καὶ τὴν πρὸς τὸν θυμὸν ἀλλοτρίωσιν), καὶ ὅτι οὐκ ἐπε θύμησε τούτων τινὸς, περὶ ἃ ὁρῶμεν ἐν τοῖς πολλοῖς τὸ ἐπιθυμητικὸν ἐνεργούμενον. Ὅπερ οὐκ ἂν ἐγένε το, εἰ φύσις ἦν ταῦτα, καὶ εἰς τὸν λόγον τῆς οὐσίας ἀνήγετο. Οὐ γάρ ἐστι δυνατὸν τὸν ἔξω γεγονότα τῆς φύσεως ἐν τῷ εἶναι μένειν. Ἀλλὰ μὴν εἰ Μωσῆς καὶ ἐν τῷ εἶναι ἦν, καὶ ἐν τούτοις οὐκ ἦν, ἄλλο τι ἄρα παρὰ τὴν φύσιν ἐστὶ ταῦτα, καὶ οὐχὶ φύσις. Εἰ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας καταλαμβάνεται, τούτων δὲ ἡ ἀλλοτρίωσις ἐφ' ἡμῖν κεῖται, ὡς μὴ μόνον ἀζήμιον, ἀλλὰ καὶ ἐπι κερδὲς εἶναι τῇ φύσει τὸν