1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

12

Ἰησοῦς. Γέθ ̣Jos 11, 22 ̣. ἐν ταύτῃ κατελείφθησαν οἱ Ἐνακεὶμ ἀλλόφυλοι καὶ οἱ Φυλισταῖοι μὴ ἐξολοθρευθέντες. καὶ ἔστιν εἰς ἔτι καὶ νῦν κώμη παριόντων ἀπὸ Ἐλευθεροπόλεως ἐπὶ ∆ιόσπολιν περὶ πέμπτον σημεῖον τῆς Ἐλευθεροπόλεως. Γεσουρείμ ̣Jos 12, 5 ̣. πόλις ἀλλοφύλων. αὕτη δέ ἐστι Γαργασεὶ ἐν τῇ Βασανίτιδι, ἀφ' ἧς «οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσουρεί». Γαδέρ ̣Jos 12, 13 ̣. καὶ ταύτης τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. καὶ Ἰακὼβ δὲ «ἐπέκεινα τοῦ πύργου Γαδὲρ ἔπηξε τὴν σκηνὴν αὐτοῦ». Γωεὶν τῆς Γελγέλ ̣Jos 12, 23 ̣. Ἀʹ Σʹ ἐθνῶν τῆς Γελγέλ. Γελγέλ ̣Jos 12, 23 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς. ἔστι δὲ καὶ νῦν κώμη Γαλγουλὶς λεγομένη, Ἀντιπάτριδος ὡς ἀπὸ σημείων ἓξ ἐν τοῖς βορείοις. Γολαθμάειμ ̣Jos 15, 19̣. τόπος· ἑρμηνεύεται κτῆσις ὕδατος. Γαδδά ̣Jos 15, 27̣. φυλῆς Ἰούδα. κώμη εἰς ἔτι καὶ νῦν ἐστιν ἐν ἐσχάτοις τοῦ ∆αρωμᾶ πρὸς ἀνατολὰς ἐπὶ τῇ νεκρᾷ θαλάσσῃ. Γάδειρα ̣Jos 15, 36 ̣, φυλῆς Ἰούδα. Γίδωρά ἐστι νῦν κώμη ἐν ὁρίοις Αἰλίας περὶ τὴν τερέβινθον. Γεδούρ ̣Jos 15, 58 ̣. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι Γεδροὺς κώμη μεγίστη ἀπὸ ιʹ σημείων ∆ιοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαβλί ̣Jos 13, 5 ̣. γῆ τῶν ἀλλοφύλων. Γισών ̣Jos 15, 51̣. φυλῆς Ἰούδα. Γηλών ̣Jos 15, 51 ̣. φυλῆς Ἰούδα. Γαδηρώθ ̣Jos 15, 41 ̣. φυλῆς Ἰούδα. Γεθρεμμών ̣Jos 21, 25 ̣. φυλῆς Μανασσῆ, πόλις Λευίταις ἀφωρισμένη. 70 Γαί ̣Jos 18, 16 ̣. φάραγξ. Γαιεννούμ ̣Jos 18, 16 ̣. ἑρμηνεύεται φάραγξ τοῦ Ἐννούμ. ταύτην δὲ λέγουσιν εἶναι τὴν γέενναν. κλήρου φυλῆς Βενιαμίν. προσπαράκειται τῷ τείχει Ἱερουσαλὴμ πρὸς ἀνατολάς. Γεθθεφέρ ̣Jos 19, 13 ̣. κλήρου Ζαβουλών, Γηεφθαέλ ̣Jos 19, 14̣. φάραγξ Ἐφθαέλ, κλήρου Ζαβουλών. Γαβαθών ̣Jos 19, 44 ̣. κλήρου ∆άν, πόλις Λευίταις ἀφωρισμένη. καὶ ἔστι πολίχνη Γαβὲ καλουμένη ὡς ἀπὸ σημείων ιʹ τῆς Καισαρείας καὶ ἄλλη κώμη Γαβαθὰ ἐν ὁρίοις ∆ιοκαισαρείας παρακειμένη τῷ μεγάλῳ πεδίῳ τῆς Λεγεῶνος. ἔστι δὲ καὶ Γαβαὰ καὶ Γαβαθὰ κώμη ἐν ἀνατολαῖς τοῦ ∆αρωμᾶ. καὶ ἄλλη Γαβαθὰ κλήρου Βενιαμίν, ἔνθα ἦν ὁ οἶκος Σαούλ. καὶ ἄλλη τῶν ἀλλοφύλων Γαβαθὼν λέγεται ἐν Βασιλείαις. Γεθρεμμὼν ἑτέρα ̣Jos 19, 45 ̣. κλήρου ∆άν, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπὸ σημείων ιβʹ ∆ιοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαλειλώθ ̣Jos 22, 10 ̣. τόπος παρὰ τὸν Ἰορδάνην, ἔνθα θυσιαστήριον ἔστησαν οἱ υἱοὶ Ῥουβίν. φυλῆς Βενιαμίν. Γαάς ̣Jos 24, 30 ̣. ὄρος Ἐφραΐμ, οὗ ἐν βορείοις ἔθαψαν Ἰησοῦν. δείκνυται δὲ ἐπίσημον εἰς ἔτι νῦν αὐτοῦ τὸ μνῆμα πλησίον Θαμνὰ κώμης. Γαβαάς ̣Jos 24, 33 ̣. ὄρος Ἐφραΐμ, Φινεὲς πόλις, υἱοῦ Ἐλεάζαρ, οὗ ἔθαψαν τὸν Ἐλεάζαρον. καὶ εἰς ἔτι νῦν ἐστι Γαβαθὰ κώμη, ὡς ἀπὸ ιβʹ σημείων Ἐλευθεροπόλεως, ἔνθα καὶ τὸ μνῆμα Ἀμβακοὺμ ἐπιδείκνυται τοῦ προφήτου. ἦν δὲ φυλῆς Βενιαμίν. Γαβαάν ̣Jos 21, 17 ̣. μέχρι ταύτης ἐπολέμησαν Βενιαμίν, ὡς ἐν Κριταῖς. 72 Βασιλειῶν. Γεθθά ̣I Sam 5, 8 ̣. ἐνταῦθα μετήνεγκαν τὴν κιβωτὸν ἀπὸ Ἀζώτου. καὶ νῦν ἐστι μεγίστη κώμη, ἣ καλεῖται Γιθθάμ, μεταξὺ ἀνιόντων ἀπὸ Ἀντιπατρίδος εἰς Ἰαμνίαν. ἔστι δὲ καὶ ἄλλη Γεθθείμ. Γαλλεί ̣I Sam 25, 44 ̣. ὅθεν ἦν Φαλτεὶ ὁ λαβὼν τὴν Μελχὸλ «γυναῖκα ∆αυίδ.» μέμνηται ταύτης καὶ Ἡσαΐας. λέγεται δὲ πλησίον Ἀκκαρὼν εἶναί τις κώμη Γαλλαΐα καλουμένη. Γελαμσούρ ̣I Sam 27, 8̣. χώρα ἀλλοφύλων. Γελβουέ ̣I Sam 28, 4̣. ὄρη ἀλλοφύλων, Σκυθοπόλεως ἀπέχοντα ʹ σημείοις, ἐν οἷς καὶ κώμη καλεῖται Γελβοῦς. Γεδδούρ ̣I Sam 30, 8 ̣. ἔνθα κατέβη ∆αυίδ. Ἀʹ τὸν εὔζωνον, Σύμμαχος τὸν λόχον. Γαζηρά ̣II Sam 5, 25̣. ἔνθα ἐπάταξε ∆αυὶδ «τοὺς ἀλλοφύλους.» καὶ ἀνωτέρω κεῖται Γαζέρ. Γεσσούρ ̣II Sam 15, 8̣. χώρα ἀλλοφύλων ἐπὶ τῆς Συρίας. Γιλών ̣II Sam 15, 12 ̣. ὅθεν ἦν Ἀχιτόφελ. Γόβ ̣II Sam 21, 19̣. ἔνθα συνέστη πόλεμος. Γαλιλαία ̣I Kön 9, 11̣. δύο εἰσὶ Γαλιλαῖαι, ὧν ἡ μὲν Γαλιλαία ἐθνῶν εἴρηται, ἐν ὁρίοις Τυρίων παρακειμένη, ἔνθα ἔδωκε Σολομὼν «τῷ Χιρὰμ κʹ πόλεις», κλήρου Νεφθαλείμ, ἡ δέ ἐστιν ἀμφὶ τὴν Τιβεριάδα καὶ τὴν πρὸς αὐτῇ λίμνην, κλήρου Ζαβουλών. Γειών ̣I Kön 1, 33 ̣. ἔνθα χρίεται Σολομών. Γήρ ̣II Kön 9, 27̣. ἔνθα ἐπάταξεν Ἰοῦ τὸν Ὀχοζίαν «ἐγγὺς Ἰεβλαάμ». Γεθθαχοφέρ ̣II Kön 14,