1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

12

μᾶλλον εὐγνώμονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον· ταῦτα διαλεχθέντες ἡμῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις συμβούλοις, εἰ δὲ μή γε, ἀλλ' οὖν εὔνοις, καὶ τὰ ῥητέα καὶ τὰ πρακτέα μαθεῖν οὐκ εἰδότες, μᾶλλον ἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιμάσαμεν. Ἀγα πητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν δυνάμενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν, πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν, τὸ δὴ λεγόμενον, ἐν ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετᾷν τὴν εὐσέβειαν, λίαν εἶναί μοι φαίνεται ἀνοήτων ἢ τολμηρῶν· ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνοιντο τῆς ἑαυτῶν ἀμαθείας· θρασέων δὲ, εἰ καὶ συνιέντες, κατα τολμῶσι τοῦ πράγματος.

ΜΗʹ. Ἑβραίων μὲν οὖν οἱ σοφώτεροι λέγουσιν, ὡς ἄρα ἦν τις πάλαι νόμος Ἑβραίοις, ἐν τοῖς μάλιστα εὖ ἔχων καὶ ἐπαινούμενος, μὴ πᾶσαν ἡλι κίαν πάσῃ Γραφῇ ἐνδίδοσθαι· μηδὲ γὰρ εἶναι τοῦτο λυσιτελέστερον, ὅτι μηδὲ πᾶσαν εὐθέως εἶναι παντὶ ληπτὴν, καὶ τὰ μέγιστα ἂν τοὺς πολλοὺς κα κῶσαι τῷ φαινομένῳ, τὴν βαθυτέραν· ἀλλὰ τὰς μὲν ἀπ' ἀρχῆς ἀνεῖσθαι πᾶσι καὶ εἶναι κοινὰς, ὧν καὶ τὸ σωματικὸν οὐκ ἀδόκιμον· τὰς δὲ μὴ ἄλλοις 35.457 ἢ τοῖς ὑπὲρ εἰκοστὸν καὶ πέμπτον γεγονόσιν ἔτος πιστεύεσθαι, ὅσαι δι' εὐτελοῦς τοῦ ἐνδύματος τὸ μυστικὸν κάλλος περικαλύπτουσιν, ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου, μόνοις τοῖς κεκαθαρμένοις τὸν νοῦν ὑπαστράπτον καὶ φανταζόμενον, ὡς μό νης δυναμένης τῆς ἡλικίας ταύτης ὑπὲρ τὸ σῶμα γενέσθαι, καὶ ἀναβῆναι καλῶς ἐπὶ τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος.

ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς· οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον· οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ' οὕτω τὸ πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελ θεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Πα λαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστά τας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀπο πλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία ἡμῖν προσεμάξατο, ἂν δύο ἢ τρία ῥήματα τῶν εὐσε βῶν ἐξασκήσωμεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐκ ἐντεύ ξεως, ἢ τῷ ∆αβὶδ βραχέα καθομιλήσωμεν, ἢ τὸ τρι βώνιον εὖ περιστειλώμεθα, ἢ μέχρι τῆς ζώνης φιλοσοφήσωμεν, εὐσεβείας τι πλάσμα καὶ ὄψιν ἡμῖν αὐτοῖς περιχρώσαντες· βαβαὶ τῆς προ εδρίας καὶ τοῦ φρονήματος! Ἱερὸς καὶ ἐκ σπαργά νων ὁ Σαμουήλ· εὐθύς ἐσμεν σοφοὶ καὶ διδά σκαλοι, καὶ ὑψηλοὶ τὰ θεῖα, καὶ γραμματέων τὰ πρῶτα καὶ νομικῶν, καὶ χειροτονοῦμεν ἡμᾶς αὐτοὺς οὐρανίους, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ζητοῦμεν, καὶ οὐδαμοῦ τὸ γράμμα, καὶ πάντα δεῖ νοηθῆναι πνευματικῶς, καὶ λῆρος πλατὺς τὰ 35.460 ὀνείρατα· καὶ ἀγανακτοίημεν ἂν, εἰ μὴ σφόδρα ἐπαι νοίμεθα. Τοῦτο ἡμῶν οἱ χρηστότεροι καὶ ἁπλούστε ροι· τί δὲ οἱ πνευματικοὶ μᾶλλον καὶ γεν ναιότεροι; Πολλὰ κατακρίναντες ἡμᾶς, ἂν οὕτω δόξῃ, καὶ βασανίσαντες, καὶ οὐδαμοῦ θέντες, ἀπῆλ θον, καὶ τὴν κοινωνίαν ὡς οὐκ εὐσεβῶν διαπτύ σαντες.

Νʹ. Ἂν δέ τινι αὐτῶν λέγωμεν οὑτωσὶ πράως καὶ λογικῶς προβιβάζοντες· Εἰπέ μοι, ὦ θαυμάσιε, καλεῖς τι τὸ ὀρχεῖσθαι, τό τε αὐλεῖν; Πάνυ γε εἴ ποιεν ἄν. Τί δαὶ σοφίαν τε καὶ σοφὸν εἶναι, τοῦθ' ὃ δὴ θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην τι θέμεθα; Καὶ τοῦτο δώσουσι. Πότερον δὲ κρεῖττον εἶναι καὶ ὑψηλότερον, ταῦτα σοφίας, ἢ τούτων μα κρῷ τὴν σοφίαν; Καὶ πάντων εὖ οἶδ' ὅτι φή σουσι· καὶ μέχρι τούτων εἰσὶν εὐγνώμονες. Ἆρ' οὖν ὀρχήσεως μὲν καὶ αὐλήσεώς ἐστι διδασκαλία καὶ μάθησις, καὶ χρόνου πρὸς τοῦτο δεῖ, καὶ ἱδρώ των συχνῶν καὶ πόνων, καὶ μισθοὺς καταβαλεῖν ἔστιν ὅτε, καὶ προσαγωγῶν δεηθῆναι, καὶ ἀπο δημῆσαι μακρότερα, καὶ τἄλλα τὰ μὲν ποιῆσαι πάντα, τὰ δὲ παθεῖν, οἷς ἐμπειρία συλλέγεται· τὴν δὲ σοφίαν, ἢ