1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

12

ἀφανισμὸν τῶν τοιού των. ∆ῆλον οὖν ὅτι τῶν ἔξωθεν ἐπιθεωρουμένων ἐστὶ 46.56 ταῦτα τὰ πάθη τῆς φύσεως ὄντα καὶ οὐκ οὐσία. Ἡ μὲν γάρ ἐστιν ὅπερ ἐστίν· θυμὸν δὲ ζέσιν εἶναι τοῦ περὶ καρδίαν αἵματος τοῖς πολλοῖς δοκεῖ. Ἕτε ροι δὲ, ὄρεξιν τοῦ ἀντιλυπῆσαι τὸν προκατ άρξαντα. Ὡς δ' ἂν ἡμεῖς ὑπολάβοιμεν, θυμός ἐστιν ὁρμὴ τοῦ κακῶσαι τὸν παροξύνοντα. Ὧν οὐδὲν τῷ περὶ ψυχῆς ὅρῳ συμβαίνει. Κἂν τὴν ἐπιθυ μίαν ἐφ' ἑαυτῆς διορισώμεθα, ἔφεσιν λέ ξομεν τοῦ ἐνδέοντος, ἢ πόθον τῆς καθ' ἡδονὴν ἀπο λαύσεως, ἢ λύπην ἐπὶ τῷ μὴ κατ' ἐξουσίαν ὄντι κατα θυμητικῷ· ἤ τινα πρὸς τὸ ἡδὺ σχέσιν, οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα τὴν μὲν ἐπιθυμίαν ἐνδείκνυται, τοῦ δὲ ὁρι σμοῦ τοῦ περὶ ψυχῆς οὐ προσάπτεται. Ἀλλὰ καὶ ὅσα ἄλλα περὶ ψυχὴν καθορᾶται, τὰ ἐξ ἀντιθέτου ἀλλήλοις ὁρώμενα, οἷον δειλίαν καὶ θράσος, λύπην καὶ ἡδονὴν, φόβον καὶ καταφρόνησιν, καὶ ὅσα τοιαῦτα, ὧν ἕκαστον συγγενῶς ἔχειν δοκεῖ πρὸς τὸ ἐπιθυμητικὸν ἢ θυμοειδὲς, ἰδιάζοντι δὲ ὅρῳ τὴν ἰδίαν ἀνυπογράφει φύσιν. Τό τε γὰρ θράσος καὶ ἡ καταφρόνησις ἔμφασιν ὑποσημαίνει τινὰ τῆς θυμώδους ὁρμῆς· ἐλάττωσιν δέ τινα καὶ ὕφεσιν τοῦ αὐτοῦ τούτου ἡ κατὰ δειλίαν καὶ φόβον ἐγγινο μένη σχέσις. Ἡ δὲ λύπη ἐξ ἀμφοτέρων ἔχει τὰς ὕλας. Ἥ τε γὰρ τοῦ θυμοῦ ἀτονία, ἐν τῷ τοῦ ἀμύνασθαι τοὺς προλελυπηκότας ἀδυνάτῳ λύπη γίνεται· καὶ ἡ ἀπόγνωσις τῶν ἐπιθυμουμένων, καὶ ἡ στέρησις τῶν καταθυμίων, τὴν σκυθρωπὴν ταύτην ἐμποιεῖ τῇ διανοίᾳ διάθεσιν. Καὶ τὸ ἀντιθεωρούμενον τῇ λύπῃ, τὸ καθ' ἡδονὴν λέγω νόημα, ὁμοίως τῷ θυμῷ τε καὶ τῇ ἐπιθυμίᾳ ἐπιμερίζεται. Ἡδονὴ γὰρ ἑκατέρου τούτων κατὰ τὸ ἶσον ἡγεμονεύει. Ἃ πάντα καὶ περὶ τὴν ψυχήν ἐστι, καὶ ψυχὴ οὐκ ἔστιν, ἀλλ' οἷον μυρμηκίαι τινὲς τοῦ διανοητικοῦ μέρους τῆς ψυχῆς ἐκφυόμεναι. Ἃ μέρη μὲν αὐτῆς εἶναι διὰ τὸ προσπεφυκέναι νομίζεται, οὐ μὴν ἐκεῖνό εἰσιν, ὅπερ ἐστὶν ἡ ψυχὴ κατ' οὐσίαν. {Γ.} Καὶ μὴν ὁρῶμεν, φημὶ πρὸς τὴν παρθένον, οὐ μικρὰν ἐκ τούτων γινο 46.57 μένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέ τοις. Τῷ τε γὰρ ∆ανιὴλ ἔπαινος ἦν ἡ ἐπιθυμία· καὶ ὁ Φινεὲς τῷ θυμῷ τὸν Θεὸν ἱλεώσατο· καὶ ἀρχὴν σοφίας φόβον ἐμάθομεν, καὶ τῆς κατὰ Θεὸν λύπης σωτηρίαν εἶναι τὸ πέρας παρὰ τοῦ Παύ λου ἠκούσαμεν· τῶν τε δεινῶν τὴν καταφρόνησιν νου θετεῖ ἡμῖν τὸ Εὐαγγέλιον· καὶ τὸ μὴ φοβεῖσθαι πτόησιν οὐδὲν ἄλλο ἢ τοῦ θράσους ἐστὶν ὑπογραφή· ὅπερ ἐν ἀγαθοῖς ὑπὸ τῆς Σοφίας κατείλεκται. ∆είκνυσι τοίνυν διὰ τῶν τοιούτων ὁ λόγος, τὸ μὴ πάθη τὰ τοιαῦτα δεῖν οἴεσθαι· οὐ γὰρ ἂν πρὸς ἀρετῆς κατόρθωσιν συμπαραληφθείη τὰ πάθη.

{Μ.} Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν ἀκόλουθον ἐπιτεθῆναι τῇ θεωρίᾳ. Νῦν οὖν, ὅπως ἂν οἷόν τε ᾖ, ἐπινοηθήσεταί τις τάξις τῷ σκέμματι, ὡς ἂν δι' ἀκολούθου προϊούσης τῆς θεωρίας, μὴ καθ' ἡμῶν αἱ τοιαῦται τῶν ἀντιθέσεων ἔχοιεν χώραν. Φαμὲν γὰρ τῆς ψυχῆς τὴν μὲν θεωρητικήν τε καὶ διακριτικὴν καὶ τῶν ὄντων ἐποπτικὴν δύναμιν οἰκείαν εἶναι καὶ κατὰ φύσιν αὐτὴν, καὶ διὰ τῆς θεοειδοῦς χάριτος, διὰ τοῦτο σώζειν ἐν αὐ τῇ τὴν εἰκόνα. Ἐπεὶ καὶ τὸ Θεῖον, ὅ, τί ποτε κατὰ τὴν φύσιν ἐστὶν, ἐν τούτοις ὁ λογισμὸς εἶναι στοχάζεται· ἐν τῷ ἀφορᾷν τε τὰ πάντα καὶ δια κρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος. Ὅσα δὲ τῆς ψυ χῆς ἐν μεθορίῳ κεῖται πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιῤῥεπῶς κατὰ τὴν ἰδίαν φύσιν ἔχοντα· ὧν ἡ ποία χρῆσις, ἢ πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναν τίον ἄγει τὴν ἔκβασιν, οἷον τὸν θυμὸν, ἢ τὸν φόβον, ἢ εἴ τι τὸ τοιοῦτον τῶν ἐν τῇ ψυχῇ κινημάτων ἐστὶν, ὧν ἄνευ οὐκ ἔστιν ἀνθρωπίνην θεωρηθῆναι φύ σιν· ταῦτα ἔξωθεν ἐπιγενέσθαι αὐτῇ λογιζό μεθα, διὰ τὸ τῷ ἀρχετύπῳ κάλλει μηδένα τοιοῦ τον ἐνθεωρηθῆναι χαρακτῆρα. Ὁ δὲ δὴ περὶ τούτων λόγος ἡμῖν ὡς ἐν γυμνασίῳ προκείσθω, ὡς ἂν διαφύγοι τῶν συκοφαντικῶς ἀκουόντων τὰς ἐπηρείας, ὁδῷ τινι καὶ τάξεως ἀκολουθίᾳ πρὸς τὴν ἀνθρωποποιΐαν ὁρμῆσαι τὸ Θεῖον διηγεῖται ὁ λόγος. 46.60