12
ὑποταγήν. Οὐκ ἤνεγκας τὴν ἐλευθερίαν, κατάδεξαι τὴν δουλείαν. Οὐκ οἶδας ἄρχειν, καὶ δι' αὐτῆς τῶν πραγμάτων ἔδειξας τῆς πείρας· γενοῦ τῶν ἀρχομένων, καὶ τὸν ἄνδρα ἐπίγνωθι κύριον. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Καὶ ὅρα Θεοῦ ἐνταῦθα φιλανθρωπίαν. Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δεσποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφάλεια ἐκεῖνος ἔσται σοι· ἐν πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς πρὸς ἐκεῖνον ἀποστρέφεσθαι καὶ καταφεύγειν σοι δίδωμι. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ φυσικαῖς αὐτοὺς συνέδησεν ἀνάγκαις καθάπερ ἄῤῥηκτόν τινα δεσμὸν, τὴν ἐκ τῆς ἐπιθυμίας περιβαλὼν αὐτοῖς ἅλυσιν. Εἶδες πῶς εἰσήγαγε μὲν τὴν ὑποταγὴν ἡ ἁμαρτία, ὁ δὲ εὐμήχανος καὶ σοφὸς Θεὸς καὶ τούτοις πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο; Ἄκουσον πῶς καὶ Παῦλος περὶ ταύτης λέγει τῆς ὑποταγῆς, ἵνα μάθῃς πάλιν Παλαιᾶς καὶ Καινῆς τὴν συμφωνίαν. Γυνὴ, φησὶν, ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Εἶδες καὶ αὐτὸν ὑποτάξαντα τῷ ἀνδρὶ τὴν γυναῖκα; Ἀλλ' ἀνάμεινον, καὶ τὴν αἰτίαν ἀκούσῃ. ∆ιὰ τί, Ἐν πάσῃ ὑποταγῇ; Γυναῖκα γὰρ, φησὶ, διδάσκειν οὐκ ἐπιτρέπω. ∆ιὰ τί; Ἐδίδαξε γὰρ ἅπαξ κακῶς τὸν Ἀδάμ. Οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός. Τί δήποτε; 54.595 Καὶ γὰρ ηὐθέντησεν ἅπαξ κακῶς. Ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀλλ' εἰπὲ καὶ τὴν αἰτίαν. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. ∆ιὰ τοῦτο αὐτὴν ἀπὸ τοῦ τῆς διδασκαλίας κατεβίβασε θρόνου. Ὁ γὰρ διδάσκειν οὐκ εἰδὼς, μανθανέτω, φησίν· εἰ δὲ μὴ βούλοιτο μανθάνειν, ἀλλὰ διδάσκειν ἐθέλοι, καὶ ἑαυτὸν καὶ τοὺς μανθάνοντας προσαπολεῖ· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς τότε γέγονεν. Ἀλλ' ὅτι μὲν ὑποτέτακται τῷ ἀνδρὶ, καὶ διὰ τὴν ἁμαρτίαν ὑπετάγη, δῆλον ἐντεῦθεν· βούλομαι δὲ ἐκεῖνο ἀκοῦσαι, τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. βʹ. Βούλομαι μαθεῖν πῶς καὶ περὶ τῆς κηδεμονίας ταύτης ὁ Παῦλος διαλέγεται, καὶ τὴν δεσποτείαν ἀναμίγνυσι τῇ φιλοστοργίᾳ. Ποῦ οὖν τοῦτο ποιεῖ; Κορινθίοις ἐπιστέλλων φησίν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας· ἰδοὺ τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Αἱ γυναῖκες ἵνα φοβῶνται τοὺς ἄνδρας· ἰδοὺ τὸ, Αὐτός σου κυριεύσει. Εἶδες πῶς ἀνεπαχθὴς ἡ δεσποτεία, ὅταν ἐραστὴς μανικὸς τῆς δουλευούσης ὁ δεσπότης ᾖ, ὅταν φόβος ᾖ μετὰ ἀγάπης; Οὕτω γὰρ τὸ φορτικὸν ἀνῄρηται τῆς δουλείας. Μίαν μὲν οὖν εἰσήγαγε τὴν ἀρχὴν ἡ παρακοή. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι πρὸς τὸ δέον ἐῤῥύθμισεν αὐτὴν ὁ Θεὸς, ἀλλ' ὅτι αὐτὴν τῆς δουλείας τὴν φύσιν ἡ ἁμαρτία κατεσκεύασεν· ἥ ἐστι καὶ δεύτερον δουλείας εἶδος τοῦ προτέρου φορτικώτερον, καὶ αὐτὸ δὲ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἐκ τῆς ἁμαρτίας ἔχει. Μετὰ γὰρ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε, καὶ τὸ κοινὸν τῆς οἰκουμένης ἁπάσης ναυάγιον καὶ τὴν πανωλεθρίαν ἐκείνην, ἥμαρτεν εἰς τὸν γεγεννηκότα ὁ Χὰμ, καὶ γυμνωθέντα ἰδὼν τὸν πατέρα, μᾶλλον ἐγύμνωσε τῇ πρὸς τοὺς ἀδελφοὺς κατηγορίᾳ, καὶ ἐντεῦθεν οἰκέτης ἐγένετο τῶν ἀδελφῶν. Ἐλυμήνατο γὰρ τῆς φύσεως τὴν εὐγένειαν ἡ τῆς προαιρέσεως πονηρία· καὶ μάλα εἰκότως. Ἡ μὲν οὖν Γραφὴ μυρίας ὑπὲρ τοῦ δικαίου συντίθησιν ἀπολογίας, μᾶλλον δὲ ἑνὶ ῥήματι πᾶσαν αὐτῷ δίδωσι συγγνώμην. Ἤρξατο γὰρ, φησὶ, Νῶε ἄνθρωπος γεωργός. Τὸ δὲ, Ἤρξατο, τοῦτο πολλὴν ἔχει τὴν ἀπολογίαν τὴν ἐπὶ τῇ μέθῃ. Οὔτε γὰρ πόσον πιεῖν ἐχρῆν τὸν οἶνον ᾔδει, οὔτε πῶς πιεῖν, ἄκρατον, ἢ μεμιγμένον ὕδατι, οὔτε πότε πιεῖν, εὐθέως τῶν ὑποληνίων ἐξαντληθέντα, ἢ μικρὸν ἀναμείναντα χρόνον. Ἡ μὲν οὖν Γραφὴ διὰ τούτων ἀπολογεῖται ὑπὲρ τοῦ Νῶε· ὁ δὲ ἐξ αὐτοῦ γεννηθεὶς, ὁ δι' ἐκείνου σωθεὶς (διὰ γὰρ τὴν εἰς τὸν πατέρα τιμὴν οὐ συναπώλετο τῷ τῶν λοιπῶν κλυδωνίῳ), οὐ πρὸς τὴν φύσιν ἰδὼν αὐτὴν, οὐ τῆς σωτηρίας ἀναμνησθεὶς, οὐ τῷ φόβῳ σωφρονισθεὶς, ὁρῶν ἔτι τὰ