1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

ἐξενεχθῆ ναι, προλαμβάνων ἀπολογεῖται διὰ τῶν προγόνων αὐτῶν, ὅτι οὐ μάτην, οὐδὲ ἁπλῶς ἐκείνους τούτων προτιμᾷ.

ΚΕΦΑL. Γʹ.

Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βα σιλεὺς ἐποίησεν εἰκόνα

χρυσῆν. Ὕψος αὐτῆς πηχέων ἑξήκοντα, καὶ εὖρος αὐτῆς πηχέων ἕξ· ἔστησεν αὐτὴν ἐν πεδίῳ ∆εηρᾷ ἐν χώρᾳ Βαβυλῶ νος. Καὶ Ναβουχοδονόσορ ἀπέστειλε εἰσαγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ το πάρχας, ἡγουμένους καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Ὅρα τὴν ἀλή θειαν τῶν πραγμάτων λάμπουσαν· καίτοι τίς οὐκ ἂν αἰσχυνθῇ τοῦτο ἀποκαλύψαι; Τί λέγεις; ὁ προσκυνή σας, ὁ μάννα σπείσας, ὁ τὸν Θεὸν οὕτω τιμῶν, καὶ θαυμάσας καὶ ὑπερεκπλαγεὶς, οὗτος, οὐδὲ μακροῦ παρελθόντος χρόνου, εὐθέως ἐπὶ τὴν προτέραν ἐπαν έρχεται πλάνην; Καλῶς γε. Οὐ γὰρ αὐτὸν κατεπλή ξατε τοῖς σημείοις· ἀλλ' οὐδὲν τούτων ἐνενόησαν, ἀλλ' ἓν μόνον ὁρῶσιν, ὅπως γυμνὴν τὴν ἀλήθειαν παρακατάθωνται. Ἐπειδὴ γὰρ τὴν πόλιν εἷλε (τότε γὰρ αὐτὴν εἷλε, καὶ αὐτῆς ἐκράτει), ἔστησε τὴν εἰ κόνα, ἴσως εἰς τῦφον ἀρθείς. Τινές φασιν, ὅτι τῆς εἰκόνος ἐκείνης μεμνημένος τῆς ἐν τοῖς ὀνείροις αὐτῷ δειχθείσης· ἄλλοι δὲ λέγουσιν, ὅτι εἰς θεοὺς ἑαυτὸν ἀναγαγεῖν βουλόμενος. Καὶ γὰρ ταύτην εἶχον ἐπιθυ μίαν οἱ παλαιοὶ, ὥστε νομίζεσθαι θεοὶ, καθάπερ ὁ διάβολος. Καὶ ὅρα τὴν ἔκβασιν. Ἀφεὶς ποιῆσαι ἑαυ τὸν προσκυνεῖσθαι, τὴν εἰκόνα ἐποίησε προσκυνεῖσθαι, ἐκ πολλοῦ τοῦ περιόντος τοῦτο κατασκευάσαι βουλό μενος, καὶ τῷ μεγέθει, καὶ τῷ τοῦ σώματος ὄγκῳ καταπλῆξαι θέλων, καὶ ἀπὸ τοῦ τόπου πάλιν. Ἐν τόπῳ ∆εηρᾷ, φησί. Ὕπιον [l. ὕπτιον] ἴσως ἦν τὸ πε δίον. Εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα Βαβυλῶνος, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσιν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ νοῦσι. Τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδρὰχ, Μισὰχ καὶ Ἀβδεναγώ. Πῶς ὁ ∆ανιὴλ ἐνταῦθα οὐ φαίνεται; Ἐμοὶ δοκεῖ, φοβούμενος ἐκείνους μὴ καταγγεῖλαι αὐτὸν, ἢ τὸν βασιλέα αἰδούμενον μὴ ἀναγκάσαι, ὥστε μὴ ἔχειν κατήγορον φανερόν. Τινὲς δέ φασιν, ἐπειδὴ Βαλτάσαρ ἐκαλεῖτο· τὸ δὲ ὄνομα τοῦτο τοῦ εἰδώλου τοῦ παρ' αὐτοῖς ἦν. Ὁ Θεὸς οὖν ᾠκονόμησε μὴ ἐμβληθῆναι εἰς τὴν κάμινον, ὥστε μὴ τῇ προσηγορίᾳ τὴν ἰσχὺν ἐπιγράψαι, καὶ διαφυγεῖν. Τί οὖν οἱ τρεῖς παῖδες; Μάλιστα μὲν γὰρ ἔμελλον καὶ αὐτοὶ διελέγχειν τὸ πρᾶγμα. Πλὴν ἐπὶ τῆς προῤῥήσεως πῶς οὐκ ᾠκονό μησε τοῦτο ὁ Θεός; ∆ιέβαλλον αὐτοὺς οἱ Χαλδαῖοι· πολλὰ γὰρ ἡ βασκανία ποιεῖ. Οὐκ ἔφερον τοὺς αἰχμα λώτους κρατοῦντας αὐτῶν ὁρῶντες. Ἀλλ' ὅρα. Καθ 56.211 άπερ ἐπὶ τοῦ ∆ανιὴλ, πρότερον ἔμαθον αὐτοῦ τοὺς τρόπους καὶ τὴν ἐπιείκειαν, καὶ τότε τὰ σημεῖα ἑώ ρων· οὕτω καὶ ἐνταῦθα ἄγονται εἰς μέσον, καὶ πρῶτον αὐτῶν τὴν προαίρεσιν ἀπεγύμνωσεν ὁ Θεός· κἀκεῖνοί τε οὕτω παρεσκευασμένοι οὐκ ἐπεπήδησαν εἰς τὸ μέ σον. Ἴστε δὲ ὅτι ἄνθρωπος τῆς παρούσης ζωῆς ἀπ εγνωκὼς, καὶ ῥᾳδίως φέρων τὴν τελευτὴν, οὐδὲν παρ αιτήσαιτο τολμῆσαι, καὶ τῶν σφόδρα δοκούντων τολμηρῶν εἶναι. Ἀλλ' ὅμως καὶ οὗτοι θανάτου ὑπερορῶντες ἐπιεικεῖς ἦσαν, οὐδὲν ἀπὸ τῆς ἀνδρείας εἰς θρασύτητα παραβλαβέντες, οὐδὲ φιλοτιμίᾳ τοῦτο ποιοῦντες. Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, πεπεδημένοι. Καὶ πε ριεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον. Ὅρα, οὐ θαυμαστὸν τοῦτο καὶ παράδοξον, τὸ καὶ περιπατεῖν καὶ ὑμνεῖν, καθάπερ ἐν κολυμβήθρᾳ ὑδάτων; Καίτοι οὐδὲν κωλύον ἦν ἐκεῖ, ἐπείπερ Θεὸς ἠβουλήθη. Τοιοῦτον εἶναι ἐμοὶ δοκεῖ κἀκεῖνο