1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

13

Ἐπειδὴ γὰρ συνέστη τὸ πᾶν, καθὼς ἡ ἱστορία φη σὶν, οὐκ εὐθὺς ὁ ἄνθρωπος ἐν τῇ γῇ γίνεται, ἀλλὰ τούτου μὲν ἡ τῶν ἀλόγων προηγήσατο φύσις· ἐκείνων δὲ τὰ βλαστήματα. ∆είκνυσιν, οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι ἡ ζωτικὴ δύναμις ἀκολουθίᾳ τινὶ τῇ σωματικῇ καταμίγνυται φύσει, πρῶτον μὲν τοῖς ἀναισθήτοις ἐνδύουσα, κατὰ τοῦτο δὲ ἐπὶ τὸ αἰσθητικὸν προϊοῦσα, εἶθ' οὕτως πρὸς τὸ νοε ρὸν καὶ λογιστικὸν ἀναβαίνουσα. Οὐκοῦν τῶν ὄντων τὸ μὲν σωματικὸν, τὸ δὲ νοερόν ἐστι πάντως· τοῦ δὲ σωματικοῦ, τὸ μὲν ἔμψυχόν ἐστι, τὸ δὲ ἄψυχον. Ἔμψυχον δὲ λέγω τὸ μετέχον ζωῆς· τῶν δὲ ζώντων, τὰ μὲν αἰσθήσει συζῇ, τὰ ἀμοιρεῖ ταύτης. Πάλιν τῶν αἰσθητικῶν, τὰ μὲν λογικά ἐστι, τὰ δὲ ἄλογα. Ἐπεὶ οὖν ἡ αἰσθητικὴ ζωὴ οὐκ ἂν δίχα τῆς ὕλης συσταίη, οὐδ' ἂν τὸ νοερὸν ἄλλως ἐν σώματι γένοιτο, μὴ τῷ αἰσθητικῷ ἐμ φυόμενον, τούτου χάριν τελευταία ἡ τοῦ ἀνθρώπου κατασκευὴ ἱστορεῖται, ὡς πᾶσαν ἐκπεριειληφότος τὴν ζωτικὴν ἰδέαν, τήν τε ἐν τοῖς βλαστήμασι καὶ τὴν ἐν τοῖς ἀλόγοις θεωρουμένην. Τὸ μὲν τρέφε σθαί τε αὔξεσθαι ἐκ τῆς φυτικῆς ἔχει ζωῆς· ἔστι γὰρ τὸ τοιοῦτον καὶ ἐν ἐκείνοις ἰδεῖν, ἑλκομένης τε καὶ διὰ ῥιζῶν τῆς τροφῆς καὶ ἀποποιουμένης διὰ καρπῶν τε καὶ φύλλων· τὸ δὲ κατ' αἴσθησιν οἰκονο μεῖσθαι ἐκ τῶν ἀλόγων ἔχει. Τὸ δὲ διανοητικόν τε καὶ λογικὸν ἄμικτόν ἐστι ἰδιάζον, ἐπὶ ταύτης τῆς φύσεως ἐφ' ἑαυτῇ θεωρούμενον. Ἀλλ' ὥσπερ τὸ ἐφελκτικὸν τῶν ἀναγκαίων πρὸς τὴν ὑλικὴν ζωὴν ἡ φύσις ἔχει, ὅπερ ἐν ἡμῖν γενόμενον ὄρεξις λέ γεται. Τοῦτο δέ φαμεν τοῦ φυσικοῦ τῆς ζωῆς εἴδους εἶναι· ἐπεὶ δὲ καὶ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, οἷόν τινας ὁρμὰς φυσικῶς ἐνεργουμένας ἐν τῷ πληροῦσθαί τε τοῦ οἰκείου καὶ ὀργᾷν πρὸς τὴν ἔκφυσιν· οὕτω καὶ ὅσα τῆς ἀλόγου φύσεώς ἐστιν ἴδια, ταῦτα τῷ νοερῷ τῆς ψυχῆς κατεμίχθη. Ἐκεί νων, φησὶν, ὁ θυμὸς, ἐκείνων ὁ φόβος, ἐκείνων τὰ ἄλλα πάντα ὅσα κατὰ τὸ ἐναντίον ἐν ἡμῖν ἐνερ γεῖται, πλὴν τῆς λογικῆς τε καὶ διανοητικῆς δυνά μεως· ὃ δὴ μόνον τῆς ἡμετέρας ζωῆς ἐξαίρετον ἐν ἑαυτῷ, καθὼς εἴρηται, τοῦ θείου χαρακτῆρος ἔχον τὴν μίμησιν. Ἀλλ' ἐπειδὴ κατὰ τὸν ἤδη προ αποδοθέντα λόγον, οὐκ ἔστιν ἄλλως τὴν λογι κὴν δύναμιν ἐγγενέσθαι τῇ σωματικῇ ζωῇ, μὴ διὰ τῶν αἰσθήσεων ἐγγινομένην· ἡ δὲ αἴσθησις ἐν 46.61 τῇ τῶν ἀλόγων προϋπέστη φύσει· ὡς ἀναγκαίως διὰ τοῦ ἑνὸς καὶ πρὸς τὰ συνημμένα τούτων γίνεται τῆς ψυχῆς ἡμῶν ἡ κοινωνία. Ταῦτα δέ ἐστιν ὅσα ἐν ἡμῖν γινόμενα πάθη λέγε, ἃ οὐχὶ πάντως ἐπὶ κακῷ τινι τῇ ἀνθρωπίνῃ συνεκληρώθη ζωῇ· ἦ γὰρ ἂν ὁ ∆ημιουργὸς τῶν κακῶν τὴν αἰτίαν ἔχῃ, εἰ ἐκεῖθεν αἱ τῶν πλημ μελημάτων ἦσαν ἀνάγκαι συγκαταβεβλημέναι τῇ φύσει· ἀλλὰ τῇ ποιᾷ χρήσει τῆς προαιρέσεως, ἢ ἀρε τῆς, ἢ κακίας ὄργανα τὰ τοιαῦτα τῆς ψυχῆς κινήμα τα γίνεται. Καθάπερ ὁ σίδηρος κατὰ γνώμην τοῦ τεχνίτου τυπούμενος, πρὸς ὅπερ ἂν ἔθετο τοῦ τεχνιτεύοντος ἡ ἐνθύμησις, πρὸς τοῦτο καὶ σχηματί ζεται, ἢ ξίφος, ἤ τι γεωργικὸν ἐργαλεῖον γινόμε νος. Οὐκοῦν εἰ μὲν ὁ λόγος, ὃ δὴ τῆς φύσεώς ἐστιν ἐξαίρετον, τῶν ἔξωθεν ἐπεισκριθέντων τὴν ἡγεμονίαν ἔχοι, καθὼς καὶ δι' αἰνίγματος ὁ τῆς Γρα φῆς παρεδήλωσε λόγος, ἄρχειν ἐγκελευόμενος πάντων τῶν ἀλόγων, οὐκ ἄν τι πρὸς κακίας ὑπηρεσίαν τῶν τοιούτων κινημάτων ἡμῖν ἐνεργήσειε, τοῦ μὲν φόβου τὸ ὑπήκοον ἐμποιοῦντος, τοῦ δὲ θυμοῦ τὸ ἀν δρεῖον, τῆς δειλίας δὲ τὴν ἀσφάλειαν, τῆς δὲ ἐπιθυ μητικῆς ὁρμῆς τὴν θείαν τε καὶ ἀκήρατον ἡμῖν ἡδο νὴν προξενούσης. Εἰ δὲ ἀποβάλοι τὰς ἡνίας ὁ λόγος, καὶ οἷόν τις ἡνίοχος ἐμπλακεὶς τῷ ἅρματι κατόπιν ὑπ' αὐτοῦ σύροιτο, ἐκεῖ ἀπαγόμενος ὅπουπερ ἂν ἡ ἄλογος κίνησις τῶν ὑπεζευγμένων φέ ρει, τότε εἰς πάθος αἱ ὁρμαὶ καταστρέφονται, οἷον δὴ καὶ ἐπὶ τοῖς ἀλόγοις ἔστιν ἰδεῖν. Ἐπεὶ γὰρ οὐκ ἐπιστατεῖ λογισμοῖς τοῖς φυσικῶς αὐ τοῖς ἐγκωμιαζομένης κινήσεως, τὰ μὲν θυμώδη τῶν ζώων ἐν ἀλλήλοις φθείρεται τῷ θυμῷ στρα τηγούμενα· τὰ δὲ πολύσαρκά τε καὶ δυνατὰ εἰς οὐ δὲν οἰκεῖον ἀγαθὸν ἀπώνατο τῆς δυνάμεως, κτῆμα τοῦ λογικοῦ διὰ τὴν ἀλογίαν γινόμενα· ἥ τε τῆς ἐπι θυμίας καὶ τῆς ἡδονῆς ἐνέργεια περὶ οὐδὲν τῶν ὑψη λῶν ἀσχολοῦται· οὔτε ἄλλο τι τῶν ἐν αὐ τοῖς θεωρουμένων