13
ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες. θορύβου δὲ πλείστου κατ' αὐτῶν γενομένου καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων, δείσαντες ἐξανέστησαν καὶ πρῶτοι τὸν Ἄρειον ἀπεκή ρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ. οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώ σαντες διέλυσαν τὸ συνέδριον. Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προρρηθέντες τῇδε τῇ πίστει συνέθεντο. καὶ μαρτυρεῖ τά τε ὕστερον παρ' αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ' αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα. Εὐστάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν· " κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ". Ἔλεγχος τῶν Ἀρειανιζόντων ἐκ τῶν Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀθανασίου συγγραμμάτων . "Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα. τί οὖν; "ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, 34 "διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων "(τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἷός τέ εἰμι "γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ "ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς "Εὐσεβίου προὐβάλλετο βλασφημίας. ἐπὶ πάντων δὲ ἀναγνωσθέν, "αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτη "κόοις προὐξένει, αἰσχύνην δ' ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. "ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ "παρανόμου γράμματος διαρραγέντος ὑπ' ὄψει πάντων ὁμοῦ, τινὲς "ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν "ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. οἱ δ' Ἀρειομανῖται, δείσαντες "μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακι "σθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, "συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. τῶν δὲ προεδριῶν "διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν "λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφι "σθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. "βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι "τοὺς ἐπιγνώμονας, ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς "εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν. οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν "θρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. κἂν γὰρ "πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται , κατὰ τὸν σεμνόφωνον "προφήτην Ἡσαΐαν." Ταῦτα μὲν οὖν ὁ μέγας Εὐστάθιος. ὁ δὲ τούτου συναγωνιστὴς καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευ 35 φήμου προεδρίας διάδοχος, οἷς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε καὶ ταῦτα προστέθεικε· "Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ "τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ "ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱὸν καὶ τὸ ἦν ποτε "ὅτε οὐκ ἦν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμο "λογουμένας γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστι, "λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, " θεὸς ἀληθινός ", ὡς "εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος " ἀπαύγασμα τῆς "δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ", οἱ περὶ "Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις· ""συνθώμεθα· καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· " εἷς γὰρ θεὸς "ἐξ οὗ τὰ πάντα ", καὶ " τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε τὰ "πάντα καινά. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ ". Ἐλογίζοντο δὲ καὶ "τὸ ἐν τῷ Ποιμένι γραφέν· " πρῶτον πάντων πίστευσον ὅτι εἷς "ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιή "σας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ". ἀλλ' οἱ ἐπίσκοποι, θεωρή "σαντες τὴν κακουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, "λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ