1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

13

ἀθάνατοι δὲ γεγονότες ἀπηλλάγμεθα τούτου, ὥστε κατὰ παράθεσιν φανῆναι τὰ κατὰ Χριστὸν πλεῖστον ὑπερέχοντα τοῦ νόμου, εἴπερ ἐκεῖνος μὲν ἀφελεῖν τὸν θάνατον οὐκ ἠδύνατο, καὶ ἀνάγκη πᾶσα ἦν κρατεῖν ἐν ἡμῖν τὴν ἁμαρτίαν, κἂν μυριάκις ἐπαιδεύετο ἡ ψυχὴ τὸ δέον· ὁ δέ γε Χριστὸς τόν τε θάνατον ἀφεῖλε καὶ τὴν ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν συνανεῖλε τῷ θανάτῳ. ἤρξατο μὲν οὖν ἀπὸ τοῦ δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῶν διὰ τοῦ Χριστοῦ παρασχεθέντων ἡμῖν ἐξηγεῖσθαι τὸ μέγεθος σὺν πολλοῖς ἑτέροις, παραθέσει τῇ πρὸς τὸν νόμον δείξας αὐτῶν τὴν ὑπεροχήν. ἐπειδὴ δὲ εἰς τὴν τῶν ἀνακυπτόντων ζητημάτων ἐτράπη λύσιν, ἀπολογησάμενος ὑπὲρ αὐτῶν, ὡς τοῖς προκειμένοις δέδεικται ἡμῖν σαφέστερον, καὶ δὴ καὶ ὑπὲρ τοῦ ἁμαρτίας ποιητικὸν λέγειν τὸν νόμον, ἔδειξε μὲν αὐτοῦ τὸ χρήσιμον ἀναγκαίως· καὶ τοῦτο δὲ ἐν τοῖς ἀρτίως ἑρμηνευθεῖσι σαφέστερον δεδηλώκαμεν. πάλιν δὲ κατὰ παράθεσιν τοῦ νόμου λέγων τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος, ἐπὶ τὸν τῶν πρώτων ζητημάτων ἀνατρέχει λόγον καὶ τὸ δεικνύναι ὡς μεγίστων ἡμῖν ἀγαθῶν ὁ Χριστὸς ἐγένετο πρόξενος· οὗπερ ἕνεκεν κἀνταῦθα βούλεται διὰ πολλῶν δεικνύναι, ὅτι τῇ μὲν θνητότητι τὸ ἁμαρτάνειν ἕπεται, ἀθάνατοι δὲ γεγονότες ἀπηλλάγμεθα τούτου. διό φησιν· οἱ γὰρ κατὰ σάρκα ὅντες τὰ τῆς σαρκὸς φρονοῦσι καὶ τὰ ἑξῆς. τοῦτο λέγει ὅτι οἱ μὲν θνητοὶ τὴν φύσιν ἀναγκαίως πλείστην τοῦ ἁμαρτάνειν τὴν 135 ἐνόχλησιν ὑπομένουσιν· τί γὰρ ἂν καὶ βουλεύσαιτο ἀθάνατον φύσις θνητή; εἰ δὲ καί τίς ἐστιν ἐν ἡμῖν ἀρετή, οὐ τῆς σαρκός ἐστιν αὕτη ἀλλὰ τοῦ φρονήματος τῆς ψυχῆς, ἐπειδὰν ἀνωτέρα γένηται τῶν παρόντων. οἱ μέντοι τοῦ πνεύματος ἤδη μετεσχηκότες κρείττονα τούτων ἔχουσι τὸν λογισμόν, ἀθάνατοι γεγονότες τὴν φύσιν καὶ πάσης τῆς ἀπὸ τῶν χειρόνων ἐνοχλήσεως ἀπηλλαγμένοι· τοῦτο γὰρ λέγει τὸ εἰρήνην, ἐπειδὴ ἐν τοῖς ἀνωτέροις παρὰ τοῖς τὴν φύσιν θνητοῖς πόλεμον εἶναι ἔφη, τῆς ἁμαρτίας ἀντιπραττούσης τῷ βουλήματι τῆς ψυχῆς, εἰρήνην ἐνταῦθα λέγων τὸ ἀφῃρῆσθαι τῆς ἁμαρτίας τὴν ἐνόχλησιν. Ro+m 8,9 Ὑμεῖς δέ, φησίν, οὐκ ἐστὲ ἐν σαρκί, σαφῶς δηλοῖ ὅτι μὴ περὶ τῆς φύσεως ἐνταῦθα διαλέγεται τῆς ἡμετέραςοὐ γὰρ ἔξω τῆς σαρκὸς γεγονόσι ταύτην Ῥωμαίοις ἐπέστελλεν, λέγει δὲ τὴν ἀπὸ τῆς θνητότητος ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν, ὥστε φανῆναι τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος ἀφελόντος ἡμῶν τὸν θάνατον ἐπὶ τῷ παντὸς ἀπηλλάχθαι τοῦ τῆς ἁμαρτίας πολέμου. διὰ τοῦτο λέγει ὅτι οὐκ ἐστὲ ἐν σαρκί, τοῦτ' ἔστιν ἔξω τῆς ἀποφάσεως γεγόνατε τοῦ θανάτου, ἀλλ' ἐν πνεύματι· ἐν ἐπαγγελίᾳ γὰρ τῆς ἀθανασίας ἤδη κατέστητε. καὶ τίς ἡ τούτου ἀπόδειξις; εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. ἐδείξαμεν καὶ ἐν τοῖς ἀνωτέροις ὅτι τὴν ἀνάστασιν τῇ τοῦ πνεύ ματος μετουσίᾳ γίνεσθαί φησιν, ἀθανάτους τε καὶ ἀτρέπτους ἡμᾶς εἶναι τότε τῇ θείᾳ ποιοῦντες χάριτι· ἀλλ' ἐπειδὴ τύπον ἐκείνων ἐπὶ τοῦ βαπτίσματος ἐπλήρουν, ἐκομίζοντό τε δι' αὐτὸ τοῦτο μερικὴν τοῦ πνεύματος ἐνέργειαν ὥσπερ τινα ἀρραβῶνα τῶν μελλόντων. ἐπὶ τὸ καὶ περὶ ἐκείνων ἀναμφίβολον ἔχειν τὴν γνώμην καλῶς εἶπεν· εἴπερ ἔχετε τοῦ θεοῦ πνεῦμα οἰκοῦν ἐν ὑμῖν. δῆλον ὡς ἀληθὴς ἡ περὶ τῆς ἀναστάσεως ἐπαγγελία ἧς τὴν ἀπόλαυσιν ἡ τοῦ πνεύματος μετουσία περιέσεσθαι ὑμῖν ἐλπίζεται· οὐδὲ γὰρ οἷόν τε τοὺς τὸν ἀρρα βῶνα ἐκείνων ὑποδεξαμένους μὴ καὶ τὸ λοιπὸν κομίσασθαι. ὅτι δὲ πνεῦμα εἶχον οἱ πιστεύοντες, ἀναμφίβολον ἦν ἀπὸ τῶν παρακολου θούντων ποτὲ σημείων εἰς τὴν τῶν λεγομένων πίστωσιν. Ro+m 8,14 ∆ῆλον οὖν ὅτι οἱ τοιοῦτοι τὴν μακαρίαν ζωὴν παρὰ τῷ ἑαυτῶν πατρὶ ζήσονται 136. Ro+m 8,15 Τὸ πάλιν ὡς πρὸς τὸ δουλείας ἀπέδωκεν. ἀναγνωστέον οὖν οὕτως· οὐ γὰρ ἐλάβετε πνεῦμα, εἶτα διαστήσαντα ἐπαγαγεῖν χρή· δουλείας πάλιν εἰς φόβον. περὶ γὰρ τῶν ἐν νόμῳ λέγει καὶ ἐν τῇ πρὸς Γαλάτας ὅτι μία μὲν ἀπὸ ὅρους Σινᾶ εἰς δουλείαν γεννῶσα, δούλους τοὺς ἐν νόμῳ παραθέσει τῶν τοῦ μέλλοντος αἰῶνος