1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

14

λόγῳ τινὶ πρὸς τὸ λυσιτελοῦν διεξάγεται. Οὕτω καὶ ἐν ἡμῖν εἰ μὴ πρὸς τὸ δέον ἄγοιτο ταῦτα διὰ τοῦ λογισμοῦ, ἀλλ' ἐπικρατοίη τῆς τοῦ νοῦ δυναστείας τὰ πάθη, πρὸς τὸ ἄλογόν τε καὶ ἀνόητον μεταβαίνων ὁ ἄνθρωπος, ἀπὸ τοῦ δια νοητικοῦ καὶ θεοειδοῦς τῇ ὁρμῇ τῶν τοιούτων παθη 46.64 μάτων ἀποκτηνούμενος. {Γ.} Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατα σκεύως δι' ἀκολούθου προελθὼν ὁ λόγος, εὖ ἔχειν δό ξαι καὶ μηδαμοῦ παρεσφάλθαι τῆς ἀληθείας. Ἐπεὶ δὲ τοῖς μὲν τὰς τεχνικὰς ἐφόδους μεμελι τηκόσι τῶν ἀποδείξεων, ὁ συλλογισμὸς ἱκανὸς εἰς πίστιν δοκεῖ· ἡμῖν δὲ πάντων τῶν τεχνικῶν συμ περασμάτων ἕξις πιστότερον εἶναι ὡμολο γεῖτο τὸ διὰ τῶν ἱερῶν τῆς Γραφῆς δι δαγμάτων ἀναφαινόμενον· ζητεῖν οἶμαι δεῖν ἐπὶ τοῖς εἰρημένοις, εἰ ἡ θεόπνευστος διδασκαλία τούτοις συμφέρεται.

{Μ.} Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέ σθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας; Οὐκοῦν εἰ χρή τι καὶ τῆς τοῦ Εὐαγγελίου διδασκαλίας πρὸς τὴν τοῦ δόγματος τούτου συνηγορίαν παραληφθῆναι, οὐκ ἀπὸ καιροῦ γένοιτ' ἂν ἡμῖν τῆς παραβολῆς τῶν ζιζανίων ἡ θεωρία. Ἔσπειρε γὰρ ἐκεῖ τὸ καλὸν σπέρμα ὁ οἰκοδεσπότης (ἡμεῖς δὲ πάν τως ὁ οἶκός ἐσμεν)· καθεύδοντας δὲ τοὺς ἀνθρώ πους ἐπιφυλάξας ἐνέσπειρεν ὁ ἐχθρὸς τῷ τροφίμῳ τὸ ἄχρηστον, αὐτῷ τῷ σίτῳ κατὰ τὸ μέσον ἐνθεὶς τὸ ζι ζάνιον. Καὶ συνεβλάστησαν ἀλλήλοις τὰ σπέρ ματα. Οὐ γὰρ ἦν δυνατὸν τὸ αὐτῷ τῷ σίτῳ ἐντεθὲν σπέρμα μὴ σὺν ἐκείνῳ βλαστῆσαι. Κωλύει δὲ τοὺς ὑπηρέτας ὁ τῆς γεωργίας ἔφορος μὴ ἀποτίλλειν τὸ ἄχρηστον διὰ τὴν ἐν τῇ ῥίζῃ τῶν ἐναντίων συμ φυΐαν, ὡς ἂν μὴ τὸ ἀλλότριον συνεκτίνει τὸ τρόφιμον. Τὰς γὰρ τοιαύτας τῆς ψυχῆς ὁρμὰς διὰ τῶν καλῶν σπερμάτων οἰόμεθα τὸν λόγον ἐνδείκνυ σθαι, ὧν ἕκαστον, εἰ μόνον πρὸς τὸ ἀγαθὸν ἐγεωρ γεῖτο, τὸν τῆς ἀρετῆς ἐν ἡμῖν καρπὸν πάντως ἐβλάστησεν. Ἐπειδὴ δὲ παρενεσπάρη τούτοις ἡ περὶ τὴν τοῦ καλοῦ κρίσιν δι' ἁμαρτίαν, καὶ τὸ ὄντως καὶ μόνον κατὰ τὴν ἰδίαν φύσιν καλὸν, διὰ τοῦ συναναφυέντος βλαστοῦ τῆς ἀπάτης ἐπεσκοτίσθη· (τὸ γὰρ ἐπιθυμητικὸν οὐ πρὸς τὸ φύσει καλὸν οὗ χάριν κατεσπάρη ἡμῖν ἐφύη τε καὶ ἀνέδρα μεν, ἀλλὰ πρὸς τὸ κτηνῶδες καὶ ἄλογον τὸν βλαστὸν μετεποίησε τῆς περὶ τὸ καλὸν ἀκρισίας, πρὸς τοῦτο 46.65 τὴν τῆς ἐπιθυμίας ἐνεγκοῦσαν ὁρμήν. Ὡσαύτως καὶ τὸ τοῦ θυμοῦ σπέρμα οὐ πρὸς ἀνδρείαν ἐστόμω σεν, ἀλλὰ πρὸς τὴν τῶν ὁμοφύλων μάχην ἐξώπλισεν· ἥ τε τῆς ἀγάπης δύναμις τῶν νοητῶν ἀπέστη, περὶ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν πέρα τοῦ μέτρου ὁλομανήσασα, καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, τοὺς χείρονας βλαστοὺς ἀντὶ τῶν κρειττόνων ἐξήνθησεν·) τούτου χάριν ἀφίησιν ὁ σοφὸς γεωργὸς τὸ ἐμφυὲν τῷ σπέρματι βλάστημα ἐν αὐτῷ εἶναι, προμηθείᾳ τοῦ μὴ γυμνωθῆναι τῶν κρειττόνων ἡμᾶς, καθόλου τῆς ἐπιθυμίας τῷ ἀχρήστῳ βλαστῷ συνεκρι ζωθείσης. Εἰ γὰρ τοῦτο πάθῃ ἡ φύσις, τί ἔσται τὸ ἐπαῖρον ἡμᾶς πρὸς τὴν τῶν ἐπουρανίων συνάφειαν; ἢ τῆς ἀγάπης ἀφαιρεθείσης, τίνι τρόπῳ πρὸς τὸ Θεῖον συναφθησόμεθα; Τοῦ δὲ θυμοῦ κατασκευασθέντος, ποῖον ὅπλον κατὰ τοῦ προσ παλαίοντος ἕξομεν; Ἐφίησι τοίνυν τὰ νόθα τῶν σπερμάτων ἐν ἡμῖν ὁ γεωργὸς, οὐχ ὡς ἀεὶ κατα κρατεῖν τῆς τιμιωτέρας σπορᾶς, ἀλλ' ὡς αὐτὴν τὴν ἄρουραν (οὕτω γὰρ τὴν καρδίαν τροπικῶς ὀνο μάζει) διὰ τῆς ἐγκειμένης αὐτῇ φυσικῆς δυνά μεως, ἥτις ἐστὶν ὁ λογισμὸς, τὸ μὲν ξηρᾶναι τῶν βλαστημάτων, τὸ δὲ κάρπιμον καὶ εὐθαλὲς ἀπεργά σασθαι. Εἰ δὲ μὴ τοῦτο γένοιτο, τῷ πυρὶ τὴν τῆς γεωργίας διάκρισιν ταμιεύεται. Οὐκοῦν εἰ μέν τις τούτοις κατὰ τὸν δέοντα χρή σαι λόγον, ἐν αὐτῷ λαμβάνηται ἐκεῖνα, καὶ μὴ αὐτὸς ἐν ἐκείνοις, ἀλλ' οἷόν τις βασιλεὺς τῇ πολυχειρίᾳ τῶν ὑπηκόων συνεργῷ χρώμενος, ῥᾷον κατορθώσει τὸ κατ' ἀρετὴν σπουδαζόμενον. Εἰ δὲ ἐκείνοις γένοιτο, καθάπερ δούλων τινῶν ἐπα ναστάντων τῷ κεκτημένῳ, καὶ ἐξ ὧν δραποδισθείη ταῖς δουλικαῖς ἐπινοίαις ἀγεννῶς ὑποκύψαι, καὶ κτῆμα γένοιτο τῶν ὑπεζευγμένων κατὰ τὴν φύ σιν αὐτῷ,