14
ὀφθαλμοὺς ἀποστήσαντες ἡμῶν, πρὸς τὰς λαμπάδας καὶ τὸν τὰς λαμπάδας ἅπτοντα μετεστήσατε. Καὶ πόσης τοῦτο ῥᾳθυμίας, ἡμᾶς ἀφέντας, τούτῳ προσέχειν; Πῦρ ἀνάπτω κἀγὼ τὸ ἀπὸ τῶν Γραφῶν, καὶ ἐπὶ τῆς γλώττης τῆς ἡμετέρας λαμπάδιον καίεται τὸ τῆς διδασκαλίας. Τοῦτο μεῖζον καὶ βέλτιον τὸ φῶς ἐκείνου τοῦ φωτός· οὐ γὰρ δὴ θρυαλλίδα διάβροχον ἐλαίῳ, καθάπερ οὗτος, ἐξάπτομεν, ἀλλὰ ψυχὰς ἐν εὐσεβείᾳ ἀρδομένας τῇ τῆς ἀκροάσεως ἀνάπτομεν ἐπιθυμίᾳ. ∆ιελέγετό ποτε καὶ ὁ Παῦλος ἐν ὑπερῴῳ τινί. Ἀλλὰ μηδεὶς νομιζέτω με Παύλῳ παραβάλλειν ἐμαυτόν· οὐ γὰρ οὕτω μέμηνα· ἀλλ' ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή. ∆ιελέγετο τοίνυν ὁ Παῦλος ἐν ὑπερῴῳ, καὶ ἑσπέρα κατέλαβε, καθάπερ καὶ νῦν, καὶ λαμπάδες ἦσαν ἐν τῷ ὑπερῴῳ· εἶτα ὁ Εὔτυχος ἀπὸ τῆς θυρίδος κατέπεσε, καὶ οὐ διέλυσε τὸ πτῶμα τὸν σύλλογον, οὐδὲ ἀνέστησε τὸ θέατρον ὁ θάνατος· ἀλλ' οὕτως ἦσαν προσηλωμένοι τῇ τῶν θείων ἀκροάσει λογίων, ὡς μηδὲ αἰσθηθῆναι τοῦ πτώματος· ὑμεῖς δὲ οὐδὲν ξένον ἰδόντες, οὐδὲ παράδοξον, ἀλλ' ἄνθρωπον τὰ συνήθη ποιοῦντα, τὰς ὄψεις ἐκεῖ μετεθήκατε. Καὶ ποίας ἂν εἴη τοῦτο συγγνώμης ἄξιον; Μηδεὶς τοίνυν, ἀγαπητοὶ, φορτικήν τινα τὴν ἐπιτίμησιν νομιζέτω· οὐ γὰρ μισοῦντες, ἀλλὰ κηδόμενοι ἐγκαλοῦμεν. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων, ἣ ἑκούσια φιλήματα ἐχθρῶν. ∆ιανάστητε τοίνυν, παρακαλῶ, καὶ τοῦτο ἀφέντες τὸ πῦρ, τῷ φωτὶ προσέχετε τῶν θείων Γραφῶν. Ἕτερον γὰρ ὑμῖν ἀρχῆς βούλομαι τρόπον εἰπεῖν, οὐκ ἀπὸ ἁμαρτίας λαμβάνοντα τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τῆς φύσεως αὐτῆς. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν τεκόντων εἰς ἔκγονα. Ὠδίνων γάρ ἐστιν ἀμοιβὴ ἡ τοιαύτη τιμή. ∆ιὰ τοῦτο καί τις σοφὸς λέγει· Ὡς δεσπόταις δούλευσον τοῖς γεννήσασί σε. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει λέγων· Τί γὰρ αὐτοῖς ἀνταποδώσεις, καθὼς αὐτοί σοι; Καίτοι τί ποτέ ἐστιν, ὃ μὴ δύναται παῖς ἀποδοῦναι πατρί; Οὐδὲν οὖν ἄλλο ἢ τοῦτο λέγει· Καθὼς αὐτοί σε ἐγέννησαν, σὺ αὐτοὺς γεννῆσαι οὐ δυνήσῃ. Ἐπεὶ οὖν κατὰ τοῦτο ἠλαττώμεθα, ἑτέρωθεν πλεονεκτήσωμεν ταῖς εἰς αὐτοὺς τιμαῖς, μὴ διὰ τὸν τῆς φύσεως νόμον μόνον, ἀλλὰ πρὸ τῆς φύσεως διὰ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ σφόδρα ὁ Θεὸς βούλεται τοὺς τεκόντας τιμᾶσθαι παρὰ τῶν τεχθέντων· καὶ τοὺς μὲν τοῦτο ποιοῦντας μεγάλοις ἀγαθοῖς καὶ δωρεαῖς ἀμείβεται, τοὺς δὲ παραβαίνοντας τὸν νόμον μεγάλοις καὶ δεινοῖς κολάζει κακοῖς. Ὁ κακολογῶν, φησὶ, πατέρα ἢ μητέρα, θανάτῳ 54.598 τελευτάτω. Τοῖς δὲ τιμῶσιν αὐτοὺς οὕτω πώς φησι· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ὅπερ μέγιστον ἀγαθὸν εἶναι νομίζεται, γῆρας λιπαρὸν καὶ μῆκος ζωῆς, τοῦτο ἔθηκεν ἔπαθλον τοῖς τιμῶσιν αὐτούς· καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐτούς· τοὺς μὲν ἐπισπώμενος εἰς εὔνοιαν τῇ τῆς τιμῆς ἐπαγγελίᾳ, τοὺς δὲ καὶ ἄκοντας ἀπάγων τῆς ὕβρεως τῷ τῆς τιμωρίας φόβῳ. Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν· ἀλλ' ἄγει μὲν αὐτὸν εἰς μέσην τὴν πόλιν αὐτὸς ὁ πατὴρ, καὶ χωρὶς ἀποδείξεως πάσης πιστεύεται· καὶ μάλα δικαίως. Ὁ γὰρ καὶ χρήματα καὶ σώματα καὶ πᾶν ὁτιοῦν ἑλόμενος ὑπὲρ τοῦ παιδὸς καταδαπανῆσαι, οὐκ ἄν ποτε κατήγορος αὐτοῦ γέγονεν, εἰ μὴ πολλὴ τῆς ὕβρεως ἦν ἡ ὑπερβολή. Ἄγει τοίνυν αὐτὸν εἰς τὸ μέσον τῆς πόλεως, εἶτα καλεῖ τὸν δῆμον ἅπαντα, καὶ λέγει τὴν κατηγορίαν· οἱ δὲ ἀκούοντες πάντες, ἕκαστος λίθον λαβὼν, οὕτω βάλλουσι τὸν πατραλοίαν. Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος ἰδὼν τὴν ἑαυτοῦ, δι' ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἕτερον