1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

14

Ναβουχοδονόσορ, υἱὸν Θεοῦ; Ὅρα τοῦτον προφητεύοντα τὸν βάρβαρον ἀπὸ τῆς ὄψεως μόνης. Καὶ προσῆλθε, καὶ ἐκάλεσεν αὐτούς· Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Ὅρα. Οὐκ ἐκέλευσε σβεσθῆναι τὴν κάμινον, ἀλλὰ τί; Ἐκάλεσεν αὐτοὺς ἐξελθεῖν. Εἶδες θαῦμα μέγα καὶ παρά δοξον. Ὃ μάλιστα ᾔδει θεραπεῦσον, τοῦτο ἐκάλεσεν. Οὐδὲν ταύτης τῆς εὐγενείας ἴσον. Ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. Καὶ Ἰσαὰκ, φησὶ, ὁ δοῦλός σου. Ταύτῃ οἱ ἄγγελοι τῇ προσηγορίᾳ ἀγάλλονται, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφίμ. Καὶ οὐχ ὡς ἄν τις φιλόνεικος ποιή σειεν, ἀναπέμειναν (ι. ἐναπέμειναν), ἀλλ' εὐθέως ὑπήκουσαν· καὶ συνῆλθον ἅπαντες ἰδεῖν τὸ θαῦμα.

ΚΕΦΑL. ∆ʹ. Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ

θρόνου μου, καὶ 56.213 πίων ἐν τῷ λαῷ μου. Τίνος ἕνεκεν οὕτω τοῦτο ἔ γραψεν, καὶ οὐχὶ ἔγραψεν· Ναβουχοδονόσορ ἦν εὐθη νῶν, ἀλλ' ὡς ἐκ προσώπου ἐκείνου; Ἐμοὶ δοκεῖ ταῦτα τὰ ῥήματα αὐτοῦ εἶναι τοῦ Ναβουχοδονόσορ. Ἐπειδὴ γὰρ ἀνήνεγκεν ἀπ' ἐκείνης τῆς πλάνης, ἐν δημοσίοις αὐτὰ κατέθετο γράμματα ἴσως. Αὐτὸ οὖν σύνταγμα, ὥστε ἀξιόπιστον γενέσθαι, παράγει ὁ ∆α νιήl. Τῇ γὰρ τῶν ἀνθρώπων φύσει αὐτὸς ὁ πεπονθὼς διαλέγεται. Καὶ θέα μοι πόση παίδευσις γίνεται κατὰ τῶν ὑπερηφάνων. Ἀπὸ γὰρ ὑπερηφανίας πέπονθεν ἅπερ ἔπαθεν, καὶ δείκνυσι τὴν αἰτίαν τῆς ὑπερηφα νίας ἀπό τε τοῦ τέλους καὶ τῆς ἀρχῆς· ἐν μὲν τῷ τέλει λέγων, Ὅτι πάντας τοὺς ὑπερηφάνους δύναται ταπεινῶσαι· ἐν ἀρχῇ δὲ καὶ ἐκ προοιμίων τὴν αἰτίαν τῆς ὑπερηφανίας διδάσκων. Ἐκεῖ μὲν γὰρ, ὅτι διὰ τοῦτο ἐταπεινώθη, ἐδήλωσεν· ἐνταῦθα δὲ πόθεν τοι οῦτο ἐγένετο, ἐκ τοῦ πολλῆς ἀπολαῦσαι εὐπραγίας· ὥσπερ καὶ ὁ ∆αυῒδ λέγει· ∆ιὰ τοῦτο ἐκράτησεν αὐ τῶν ἡ ὑπερηφανία· οὕτω δὴ καὶ ἐνταῦθα πολλὰς τίθησιν εὐπραγίας. Ἐν τῇ ἀρχῇ φησιν· Εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρό νου μου, καὶ πίων ἐν τῷ λαῷ μου. Οὐ γὰρ ἔστι πάντα ὁμοῦ συνδραμεῖν. Ἔνεστι κατὰ μὲν τὴν ἀρχὴν εὐπραγεῖν, κατὰ δὲ τὴν οἰκίαν δυσπραγεῖν, καθάπερ ὁ Ἡρώδης· καθάπερ ὁ ∆αυΐδ· ἔνεστι πάλιν τοὐναντίον ἐν μὲν τῷ λαῷ δυσπραγεῖν, ἀπὸ δὲ τῆς οἰκίας μηδὲν πάσχειν δεινόν· ἔνεστιν ἐν μὲν τῇ πόλει εἰρηνεύειν, τὴν δὲ ἀρχὴν ταράττεσθαι. Ἀλλ' οὗτος πάντοθεν εὐπραγεῖν εἶχεν· οὐδὲν ἦν αὐτὸν λυ ποῦν. Ὁρᾷς πόσον κακὸν ἄδεια; Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων, ὅταν μὴ γίνωνται οἱ κατὰ ἀνάγκην μόχθοι καὶ ἀσχολίαι, ἐπιτηδευτούς τινας ἐπιχειροῦσι ποιεῖν, πρὸς γυμνασίαν τοῦ σώματος· οὕτω καὶ ὁ Θεὸς ποιεῖν εἴωθε, ὥστε τὸ εὔτονον περιελεῖν. Ἐνύπνιον εἶδον, καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. Καὶ παρ' ἐμοῦ ἐξετέθη δόγμα, ὥστε εἰσαγαγεῖν ἐνώπιον ἐμοῦ πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσί μοι. Ὅρα πῶς αὐτὸν καταστεῖλαι βούλεται, οὐχὶ τῇ πείρᾳ τῶν πραγμά των, ἀλλὰ τῇ προῤῥήσει τῶν συμβαινομένων· καὶ ὅπως ἦν φοβερὸν τὸ ἐνύπνιον; Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ νῦν ἀπέστη αὐτοῦ τὸ πνεῦμα, οὐδὲ ἠγνόησε τὸ ἐνύπνιον, καθάπερ καὶ πρότερον; Ὅτι ἱκανὴν πεῖραν δεδωκότος τοῦ ∆ανιὴλ πρότερον, ἤγουν ἐν τῷ πρὸ τούτου ἐνυπνίῳ, οὐδεμία λοιπὸν χρεία ἦν δευτέραν προσενεχθῆναι δοκιμασίαν. Πάντα γὰρ χρείας ἕνεκεν, οὐ φιλοτιμίας, ὁ Θεὸς πραγματεύεται. Ἄλλως δὲ καὶ πρὸς ἔλεγχον γίνεται τῶν μάγων. Ἵνα γὰρ μὴ λέγωσι πάλιν· Εἰπάτω ὁ βασιλεὺς τὸ ἐνύπνιον, καὶ τὴν 56.214 σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν ἡμεῖς· ἐλέγχον ται μηδὲ τοῦτο αὐτὸ δυνάμενοι, οὐ μόνον ἐκεῖνο. Οὐκ