14
καλῶν, ἐπειδὴ οὗτοι μὲν ὑπὸ προστάγματα ὄντες ἢ παραβαίνοντες ἐτιμωροῦντο ἢ φυλάττοντες ἐπαινοῦντο, ὅπερ οὖν τῶν δούλων ἴδιον εἶναι συμβέβηκεν. ἐκεῖνοι δὲ χάριτι τοῦ δεσπότου τῶν μελλόντων ἀγαθῶν κομιζόμενοι τὴν ἀπόλαυσιν, οὐδεμίαν ἔτι μεταβολὴν ὑφορῶνται, ὅπερ οὖν ὑπάρχει τοῖς τέκνοις ἐκ τῶν πατέρων ἔθος. ὥσπερ γὰρ ἐν τῇ πρὸς Τιμόθεον λέγει· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας, οὐχ ὡς ὄντος δειλίας πνεύματος, ἀλλ' ἀντὶ τοῦ ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει, οὕτως ἐνταῦθα· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀντὶ τοῦ πνεύματος μετεσχήκατε, οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε καὶ φόβον κατὰ τοὺς ἐν νόμῳ· ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ πνεύματος δεξαμένοις τὴν χάριν οὐχ οἷόν τε. ἐλάβετε πνεῦμα υἱοὺς ἐργαζόμενον θεοῦ, ὅθεν καλεῖν πατέρα τὸν θεὸν παραγόμεθα· δῆλον γὰρ ὅτι καὶ κατὰ τὴν τοῦ κυρίου παράδοσιν τὴν Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς ἐκάλουν πατέρα τὸν θεὸν οἱ τοῦ βαπτίσματος ἠξιωμένοι. καλῶς δὲ τὸ ἀββᾶ ὁ πατήρ, ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι τὸ ἀββᾶ καλεῖν τοὺς πατέρας· νήπιοι δὲ ἔτι κατὰ τὸν παρόντα βίον ἦσαν οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος, τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε τὸ μὲν εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος, τὸ δὲ σύμβολον τῆς παρούσης καταστάσεως, ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῆς μετουσίας τῶν ἀγαθῶν κομισάμενοι τὴν ἀπόλαυσιν, περιέμενον τὸ ποτὲ αὐτοῖς προσέσεσθαι κἀκεῖνα ταῖς νῦν ἐπαγγελίαις ἀκολούθως. Ro+m 8,16-17 Αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον συμμαρτυρεῖ τῷ πνεύ ματι ἡμῶν, ὅτι πνευματικῶς διάγομεν· διὸ καὶ ἐσμὲν τέκνα θεοῦ. ἐὰν οὖν συμπάσχωμεν τῷ Χριστῷ, τοῦτ' ἔστιν ἐὰν τὰ αὐτὰ πάσχειν αἱρησώμεθα ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων 137 ἔπαθεν ἑκών, ἐὰν διωκόμενοι καρτερῶμεν καὶ ὅσα ὅμοια πάσχωμεν ὑπὲρ εὐσεβείας, συνδοξασθησόμεθα αὐτῷ ἐν τῷ γενέσθαι τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. τίς δὲ ἡ κληρονομία, προείρηται ὀπίσω ἔνθα ὁ λόγος ἦν περὶ τοῦ εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις. Ro+m 8,18 Τὸ λογίζομαι ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι πέπεισμαι τοῦτο οὕτως ἔχειν, ὡς τὸ λογιζόμεθα οὖν πίστει δικαιοῦ σθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Ro+m 8,19 Καραδοκεῖν λέγεται τὸ ἐλπίζειν, ἀποκαραδοκεῖν δὲ τὸ ἀπελπίζειν. ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν· ἓν σῶμα τὴν σύμπασαν κτίσιν ἐποίησεν ὁ θεός, ὅθεν καὶ κόσμος λέγεται πάντα, εἴτε ὁρατὰ εἴτε ἀόρατα, ὡς ἐν τῇ πρὸς Κορινθίους φησὶν ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐπειδὴ τοίνυν διαφορά τίς ἐστιν ἐν αὐτοῖς, τὸ τὰ μὲν εἶναι ὁρατά, τὰ δὲ ἀόρατα, βουλόμενος εἰς ἓν τὰ πάντα συνῆφθαι, πεποίηκε τὸν ἄνθρωπον ἐξ ὁρατοῦ μὲν συγκείμενον τοῦ σώματος καὶ συγγενοῦς τῇ φαινομένῃ κτίσειἐκ γῆς γὰρ σύγκειται καὶ ἀέρος καὶ ὕδατος καὶ πυρός, ἀοράτου δὲ τῆς ψυχῆς καὶ οἰκείας τοῖς ἀοράτοις. καὶ δὴ πεποίηκεν αὐτὸν ὥσπερ τι φιλίας ἐνέχυρον τοῖς πᾶσιν· χρήσιμα μὲν γὰρ αὐτῷ τὰ φαινόμενα, ὡς αὐτῇ τῇ πείρᾳ μανθάνομεν, ἐφεστᾶσι δὲ αὐτοῖς αἱ νοηταὶ φύσεις πρὸς τὸ ἡμῖν ὠφέλιμον αὐτὰ κινοῦσαι· καὶ τούτου μάρτυς ὁ ἀπόστολος περὶ τῆς ἐναντίας λέγων δυνάμεως· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὡς εἶναι δῆλον ἡμῖν ὅτι πρὸ τῆς παραβάσεως εἰς τοὺς ἐφεστῶτας τῇ τοῦ ἀέρος κινήσει ὁ διάβολος συνετέ λει. καὶ μὴν καὶ τοῖς πρὸς διδασκαλίαν τῆς εὐσεβείας εἰς ἡμετέραν ὠφέλειαν ὑπηρετεῖσθαι σύνηθες αὐτοῖς, ὡς ὁ ἀπόστολός φησίν· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; ἐντεῦθεν τοίνυν αἱ ἀόρατοι φύσεις εἰς οἰκεῖα τίθενται τὰ καθ' ἡμᾶς εὐφραινόμεναι, εἰ δήποτε πρὸς τὸ κρεῖττον ῥέπειν ἡμᾶς συμβαίνει. καὶ τοῦτο ἡμᾶς ὁ κύριος διδάσκει λέγων ἐπὶ ἑνὶ 138 ἁμαρτωλῷ ἐπιστρέφοντι καὶ ἀγγέλους χαίρειν ἐν οὐρανοῖς. δῆλον δὲ ὅτι καὶ λύπην αὐτοῖς προξενεῖ τὰ καθ' ἡμᾶς ἐπὶ τὸ χεῖρον διακείμενα· οὐδὲ γὰρ ἂν εὐφραίνοντο ἡμῶν