15
ὀρεινῆς ἐκ Χεβρών». 86 Ἐφρών ̣Jos 15, 9 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Ἐφραῒμμεγίστη περὶ τὰ βόρεια Αἰλίας ὡς ἀπὸ σημείων κʹ. Ἐδραΐ ̣Jos 15, 21 ̣. φυλῆς Ἰούδα. Ἐθνάν ̣Jos 15, 23 ̣. φυλῆς Ἰούδα. Ἐβεζιουθία ̣Jos 15, 28 ̣. φυλῆς Ἰούδα. Εὐείν ̣Jos 15, 29 ̣. φυλῆς Ἰούδα. Ἐλθωλάδ ̣Jos 15, 30 ̣. φυλῆς Ἰούδα. Ἐρέβ ̣Jos 15, 52 ̣. φυλῆς Ἰούδα. Ἐρέμινθά ἐστι νῦν κώμη ἐν τῷ ∆αρωμᾷ. Ἐσσάν ̣Jos 15, 52̣. φυλῆς Ἰούδα. Ἐλούλ ̣Jos 15, 58 ̣. φυλῆς Ἰούδα. * * * * * * * * * * * * * * * * * * * * * * * * Ἐλθεκέ ̣Jos 15, 59 ̣. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι Θεκουὰ κώμη Αἰλίας ἀπὸ σημείων ιβʹ ἐξ ἀνατολῶν. ἔνθεν ἦν Ἀμὼς ὁ προφήτης, οὗ καὶ τὸ μνῆμα αὐτόθι εἰς ἔτι νῦν δείκνυται. Ἐνγάδδι ̣Jos 15, 62 ̣. φυλῆς Ἰούδα. ἔνθα ἐκρύπτετο ∆αυὶδ ἐπὶ τῆς ἐρήμου τῆς ἐν τῷ Αὐλῶνι Ἱεριχοῦς. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων Ἐνγάδδι, παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ, ὅθεν τὸ ὀποβάλσαμον. κεῖται καὶ ἀνωτέρω Γάδδι. Ἐσθεμώ ̣Jos 15, 50 ̣. πόλις ἱερατική. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων ἐν τῷ ∆αρωμᾷ, ὁρίου Ἐλευθεροπόλεως. Ἐμεκραφαείμ ̣Jos 18, 16̣. Ἀʹ Σʹ ἐν κοιλάδι Ῥαφαείμ. κλήρου Βενιαμίν. Ἐδωμίμ ̣Jos 18, 17 ̣. κλήρου Βενιαμίν. καὶ νῦν ἐστι κώμη Ἐδουμὰ ἐν τῇ Ἀκραβαττίνῃ, ὡς ἀπὸ δώδεκα σημείων πρὸς ἀνατολὰς Νέας πόλεως. 88 Ἑρμά ̣Jos 19, 4 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε κλήρου Συμεὼν καὶ Ἰούδα. Ἔθερ ̣Jos 19, 7 ̣. κλήρου Συμεών. καὶ νῦν ἐστιν Ἰεθειρὰ μεγίστη κώμη ἐν τῷ ἐσωτέρῳ ∆αρωμᾷ, παρακειμένη Μαλαάθοις. Ἐθθά ̣Jos 19, 13 ̣. κλήρου Συμεών. Ἐλκάθ ̣Jos 19, 25 ̣. κλήρου Ἀσήρ. πόλις Λευίταις ἀφωρισμένη. Εἰκώκ ̣Jos 19, 34 ̣. κλήρου Νεφθαλείμ. συνάπτει «τῷ Ζαβουλὼν ἀπὸ νότου καὶ τῷ Ἀσὴρ» «κατὰ θάλασσαν» «καὶ τῷ Ἰούδᾳ ἐξ ἀνατολῶν». Ἐδραεί ̣Jos 19, 37 ̣. κλήρου Νεφθαλείμ. Ἐλθεκώ ̣Jos 19, 44 ̣. κλήρου ∆άν, Λευίταις ἀφωρισμένη. Ἐσθαόλ ̣Jos 19, 41 ̣. κλήρου ∆άν, ἔνθεν ὡρμᾶτο Σαμψών. καὶ εἰς ἔτι νῦν ἐστιν ἀπὸ ιʹ σημείων Ἐλευθεροπόλεως, εἰς βορρᾶν ἀπιόντων εἰς Νικόπολιν. Ἐλβά ̣Jos 19, 28 ̣. κλήρου Ἀσήρ. ταύτης οὐκ ἐξῆρεν τοὺς ἀλλοφύλους ὁ Ἀσήρ. Ἐρεμμών ̣Jos 19, 7 ̣. κώμη Ἰουδαίων μεγίστη ἀπὸ ιʹ σημείων Ἐλευθεροπόλεως πρὸς νότον ἐν τῷ ∆αρωμᾷ. Ἐμμαθδώρ ̣Jos 21, 32 ̣. κλήρου Νεφθαλείμ, Λευίταις ἀφωρισμένη. Ἐμάθ ̣Richt 3, 3 ̣. ὅριον τῶν ἀλλοφύλων ἐν χώρᾳ ∆αμασκοῦ. Ἐνλεχί ̣Richt 15, 16. 19 ̣. Ἀʹ σιαγών. Ἐνιακεβζήβ ̣Richt 7, 25̣. Σʹ ἐν τῇ κοιλάδι τοῦ Ζήβ. Βασιλειῶν. Ἐργάβ ̣I Sam 20, 19 ̣. ἔνθα Ἰωνάθαν «ἀκοντίζει τὰς σχίζας». Ἀʹ τοὺς λίθους, Σʹ τὸν λίθον. καὶ ἐν ἑτέρῳ Σʹ τὴν περίμετρον. Ἐχελά ̣I Sam 23, 19 ̣. ἔνθα ἐκρύπτετο ∆αυίδ. Ἐνκηλὰ νῦν λέγεται, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ζʹ. Ἀμβακοὺμ τοῦ προφήτου τὸ μνῆμα πλησίον δείκνυται. 90 Ἐλμωνί ̣I Sam 21, 2̣. τόπος. τὶς ἑρμηνεύεται. Ἀʹ Θʹ τόνδε τινά. Ἐσθαμά ̣I Sam 30, 26. 28̣. ἔνθα ἀπέστειλε ∆αυίδ. Ἐλώθ ̣II Kön 14, 22 ̣. ταύτην ᾠκοδόμησεν Ἀζαρίας βασιλεύς. Ἐμάθ ̣II Kön 14, 25 ̣. ἐν Ἡσαΐᾳ. πόλις ∆αμασκοῦ, ἣν ἐπολιόρκησε βασιλεὺς Ἀσσυρίων. μέμνηται αὐτῆς καὶ Ζαχαρίας. κεῖται καὶ ἐν τῷ Ἱεζεκιήλ. καὶ ἐν τῷ Ἀμὼς Ἐμὰς Ῥεββά, ὅ ἐστιν Ἐμὰθ μεγάλη. κεῖται καὶ ἀνωτέρω. καὶ μήποτε αὕτη ἐστὶν ἡ Ἐπιφάνεια ἡ πλησίον Ἐμέσης. Ἔσερ ̣II Kön 15, 29̣. πόλις ἣν ᾠκοδόμησε Σολομών. Ἐναχεὶμ ̣Micha 1, 10 ̣ ἢ Ἐνβαχείν. Μιχαίας. Ἀʹ Σʹ ἐν κλαυθμῷ. Ἐναραβά ̣II Sam 2, 29?̣. Ἀʹ ἐν ὁμαλῇ, Σʹ ἐν πεδινῇ. Ἐλκεσέ ̣Nahum 1, 1 ̣. ὅθεν ἦν Ναοὺμ ὁ Ἐλκεσαῖος. Ἐμακείμ ̣Jer 49, 4̣. Ἀʹ Σʹ τῶν κοιλάδων. Ἀπὸ τῶν Εὐαγγελίων. Ἐμμαοῦς ̣Luc 24, 13̣. ὅθεν ἦν Κλεώπας ὁ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ. αὕτη ἐστὶν ἡ νῦν Νικόπολις τῆς Παλαιστίνης ἐπίσημος πόλις. Ἐφραΐμ ̣Joh 11, 54 ̣. «ἐγγὺς τῆς ἐρήμου», ἔνθα ἦλθεν ὁ Χριστὸς «μετὰ τῶν μαθητῶν». κεῖται καὶ ἀνωτέρω Ἐφρών. 92 Στοιχεῖον Ζ. Ἀπὸ τῆς Γενέσεως. Ζαφωείμ ̣Gen 36, 43 ̣. χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ νῦν Γεβαληνῇ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Ζοόβ ̣Num 21, 14 ̣. «διὰ τοῦτο λέγεται ἐν βίβλῳ· πόλεμος τοῦ κυρίου τὴν Ζοὸβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Ἀρνών». πόλις ἐν τῷ Ἀμορραίῳ, ἐν τῷ Ἀρνὼν κειμένη. Ζεφρονά ̣Num 34, 9 ̣. ὅριον τῆς Ἰουδαίας βόρειον. Ζαρέδ ̣Deut 2,