15
εἶχον λέγειν πάλιν· Τὸ ῥῆμα, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύ· καὶ οὐκ ἔστιν ἄνθρωπος, ὃς δυνήσεται διακρῖναι αὐτὸ, ἀλλ' ἢ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός. Ἐμάνθανεν ἐκ τού των, ὅτι οὐδὲ τὰ πρότερα ἐκ τῆς σοφίας ταύτης εἶπεν ὁ ∆ανιήl. Ἔμαθεν ὅτι οὐδὲ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔλεγόν τι ὑγιὲς, καθάπερ αὐτός φησιν, ἀλλ' ἢ πάν των ἐν ἐρημίᾳ τῶν ἐλεγχόντων ὄντες. Ὅτε δὲ ἦλθεν αὐτοῖς ἀπόδειξις ἐξ Ἰουδαίας, ὁ ∆ανιὴλ, οὐκέτι τολμῶσιν οὐδὲ πλάττεσθαι. Ὥστε οἰκονομικῶς πάλιν καλοῦνται οὗτοι. Καὶ γὰρ ἄξιον θαυμάσαι. τίνος ἕνεκεν λαβὼν πεῖραν τῆς τοῦ ∆ανιὴλ δυνάμεως ἐν τοσούτοις, οὐ πρῶτον αὐτὸν ἐκάλεσεν. Ὁ Θεὸς αὐτὸς γὰρ τοῦτο κατεσκεύασεν, ὥστε μετὰ τὴν ἐκείνων ἧτταν φανῆναι τὴν νίκην. Ἐφοβέρισέν με, φησί· καὶ οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλ' ἐπ' αὐτὴν ἠθέλησε τὴν πεῖραν ἐλθεῖν. Οὕτως ἀναίτιος ὁ Θεὸς πανταχοῦ. Καὶ εἰσ επορεύοντο οἱ ἐπαοιδοὶ, μάγοι, Γαζαρηνοὶ, Χαλ δαῖοι· καὶ τὸ ἐνύπνιον εἶπον ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι, ἕως οὗ ἕτερος εἰσῆλθε, ∆ανιὴλ, ἐνώπιόν μου, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα Θεοῦ ἔχει ἐν ἑαυτῷ· καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπον. Ἕως οὗ ἕτερος, φησὶ, εἰσῆλθεν ἐνώπιόν μου. Ὡς ἐπιλαθόμενος οὕτω φησί. Καὶ γὰρ πολλὰ ἔτη παρεληλύθει, καὶ ταχέως τὴν μνήμην ἀπέβαλεν, ἅτε ἐν τοσαύταις φροντίσιν ὢν, καὶ τοσαύτῃ συζῶν τροφῇ (l. τρυφῇ). Τὸ εἰπεῖν ἕτερον, σημεῖόν ἐστι τοῦ σφόδρα αὐτὸν ἀγνοεῖν. Κατὰ τὸ ὄνομα, φησὶ, τοῦ θεοῦ μου. Ἦ τοῦτο βούλεται εἰπεῖν, ὅτι οὕτως ἐτίμησα ὡς καὶ ἀπὸ τοῦ θεοῦ τοῦτο εἶπεν (f. εἰπεῖν); Καὶ γὰρ ἔθος αὐτοῖς ἐπ' ὀνόματι τῶν θεῶν τοὺς παῖδας ὀνομάζειν· ἐπειδὴ καὶ ἐξ ἀνθρώπων ἐποίουν θεούς. Οὕτως ὁ ὄβελος, οὕτω καὶ ὁ Βήλαιος ἐκλήθη τις παρ' ἡμῖν. Ἐπειδὴ γὰρ εἶδον οἱ δαίμονες ταύτῃ τιμωμένους τοὺς ἀνθρώπους, καὶ θεοὺς καλου μένους, καὶ αὐτοὶ τοῦτο ἐζήλωσαν. Τίνος ἕνεκέν φησι, ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ; Ὅτι Θεοῦ δύναμιν εἶχε. Τοῦτο γὰρ παρ' ἐκείνοις μεγίστη τιμή. Καὶ ἠνείχετο ∆ανιὴλ δι' ἐκείνους τοῦτο καλεῖσθαι· οὐδα μοῦ δὲ ἐνταῦθα, αὑτοῦ μνημονεύων, Βαλτάσαρ αὑτὸν καλεῖ· ἀλλὰ τί; Ἐγὼ ∆ανιήl. Ὅσης ἠξιώθη τιμῆς ὁ τοῦ βασιλέως υἱὸς, τοσαύτης καὶ οὗτος, καὶ πρὸ τῆς πείρας ἔδοξεν εἶναι θαυμαστὸς ἀπ' αὐτῆς τῆς ὄψεως. Οὐ μὴν τῇ ἐκείνου δυνάμει, φησὶ, ἔλεγεν, ἀλλὰ πνεῦμα Θεοῦ ἅγιον εἶχεν ἐν ἑαυτῷ. Πνεῦμα οὐχὶ τοῦτο, ὃ λέγομεν ἡμεῖς τὸν Παράκλητον, ἀλλ' ὡς ἂν εἴποι τις ἐπίπνοιαν, ἔνθους ἦν. Βαλτάσαρ, φησὶν, ὁ ἄρχων τῶν ἐπαοιδῶν. Πρῶτος αὐτῶν ἦν, 56.215 φησί. Ὅρα πόσα τεκμήρια τοῦ βελτίονα αὐτὸν εἶναι. Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἔγνων, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοί. Ὁ βελτίων, ὁ πάν των κρείττων, ὃν ἐγὼ ἔγνωκα. Ἵνα γὰρ μὴ πάλιν εἰς ἀνάγκην καταστήσῃ τοῦ εἰπεῖν· Καὶ ἐγὼ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· τούτῳ μάλιστα ἐπισπά σασθαι αὐτὸν προσεδόκησεν, καὶ τοῦτο πρὸ τῶν ἄλ λων εἶπεν. Μὴ γὰρ, ἐπειδὴ ἄρχοντα εἶπον ἐπαοιδῶν, νομίσῃς διὰ τοῦτό με εἰρηκέναι ὡς μαρτυροῦντα ἀν θρωπίνῃ σοφίᾳ ταῦτα λέγεσθαι· ἄρχων μὲν εἶ τῶν ἐπαοιδῶν· οἶδα δὲ ὅτι ὑπὸ θείας δυνάμεως κινούμενος ἅπαντα λέγεις· ἔγνων διὰ τῆς πείρας τῶν πραγμάτων. Καὶ πᾶν μυστήριον, φησὶ, οὐκ ἀδυνατεῖ σοι. Τοιαῦτα μὲν τὰ θεῖα. Τὰ μὲν γὰρ ἀνθρώπινα ἀτελῆ· τὰ δὲ τοῦ Θεοῦ οὐκέτι. Ἄκουσον οὖν τὴν ὅρασιν τοῦ ἐνυπνίου μου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι, καὶ τὰς ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κοίτης μου. Τί οὖν φησιν; Ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ. Ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσε, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς, καὶ τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πάντων ἐν αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐ ρανοῦ· ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. Τί βούλεται ἡ ὄψις; Πάλιν τὸ πρόσκαιρον δείκνυται τῶν πραγμά των τῶν ἀνθρωπίνων. Τὰ πετεινὰ, φησὶ, καὶ τὰ θη ρία ἐν αὐτῷ σκιᾶς ἀπέλαυον, καὶ ᾤκουν· καὶ τροφὴ αὐτοῖς ἐκεῖθεν ἦν. Τὴν ἀρχὴν αὐτοῦ