1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

16

ἐγρήγορσις τὸ ἀνει μένον ἐτόνωσε. Καὶ οὐδέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει, ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα, οὕτω τῆς φύσεως ἑαυτὴν ταῖς ὑπαλλαγαῖς ἀνακαινιζούσης, ὡς ἑκατέρων ἐν τῷ μέρει μεταλαγ χάνουσαν ἀδιασπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διαπαντὸς συντετάσθαι ταῖς ἐνεργείαις τὸ ζῶον, ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν· ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσίν τινα τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν μετρίως ἑκατέ ρων ἐπιτυγχάνειν, δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως, διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα με ταβάσεως ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀνα παυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρη γόρσεως τὸ σῶμα λαβοῦσα, λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ, τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα, οἷόν τινας ἵππους μετὰ τοὺς ἀγῶνας τῶν ἁρμάτων ἐκλύσασα. Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος ἡ εὔκαιρος ἄνεσις, ὡς ἂν ἀκωλύτως ἐφ' ἅπαν τὸ σῶμα διὰ τῶν ἐν αὐτῷ πόρων ἡ τροφὴ διαχέοιτο, μηδενὸς τόνου τῇ διόδῳ παρεμ ποδίζοντος.

Καθάπερ γὰρ ἐκ τῆς διαβρόχου γῆς, ὅταν ἐπιλάμψῃ θερμοτέραις ἀκτῖσιν ὁ ἥλιος, ἀτμοί τινες ὀμιχλώδεις ἀπὸ τοῦ βάθους ἀνέλκονται· ὅμοιόν τι γίνεται καὶ ἐν τῇ καθ' ἡμᾶς γῇ, τῆς τροφῆς ἔσω θεν ὑπὸ τῆς φυσικῆς θερμότητος ἀναζεούσης. Ἀνω φερεῖς δὲ ὄντες οἱ ἀτμοὶ κατὰ φύσιν, καὶ ἀερώδεις, καὶ πρὸς τὸ ὑπερκείμενον ἀναπνέοντες, ἐν τοῖς κατὰ τὴν κεφαλὴν γίνονται χωρίοις, οἷόν τις καπνὸς εἰς ἁρμονίαν τοίχου διαδυόμενος· εἶτα ἐντεῦθεν ἐπὶ τοὺς τῶν αἰσθητηρίων πόρους ἐξατμιζόμενοι διαφοροῦν, δι' ὧν ἀργεῖ κατ' ἀνάγκην ἡ αἴσθησις, τῇ παρ όδῳ τῶν ἀτμῶν ἐκείνων ὑπεξιοῦσα. Αἱ μὲν γὰρ ὄψεις τοῖς βλεφάροις ἐπιλαμβάνονται, οἷόν τινος μηχανῆς μολυβδίνης, τοῦ τοιούτου λέγω βάρους, τοῖς ὀφθαλ μοῖς ἐπιχαλώσης τὸ βλέφαρον. Παχυνθεῖσα δὲ τοῖς αὐτοῖς τούτοις ἀτμοῖς ἡ ἀκοὴ, καθάπερ θύρας τινὸς τοῖς ἀκουστικοῖς μορίοις ἐπιτεθείσης, ἡσυχίαν ἀπὸ τῆς κατὰ φύσιν ἐνεργείας ἄγει· καὶ τὸ τοιοῦτον πά θος ὕπνος ἐστὶν, ἀτρεμούσης ἐν τῷ σώματι τῆς αἰ 168 σθήσεως, καὶ παντάπασιν ἐκ τῆς κατὰ φύσιν κινήσεως ἀπρακτούσης, ὡς ἂν εὐπόρευτοι γένωνται τῆς τρο φῆς αἱ ἀναδόσεις, δι' ἑκάστου τῶν πόρων τοῖς ἀτμοῖς συνδιεξιούσης. Καὶ τούτου χάριν εἰ στενοχωροῖτο μὲν ὑπὸ τῆς ἔνδοθεν ἀναθυμιάσεως ἡ περὶ τὰ αἰσθητήρια δια σκευὴ, κωλύοιτο δὲ κατά τινα χρείαν ὁ ὕπνος· πλῆρες γενόμενον τῶν ἀτμῶν τὸ νευρῶδες, αὐτὸ ὑφ' ἑαυτοῦ φυσικῶς διατείνεται, ὡς διὰ τῆς ἐκτάσεως τὸ παχυνθὲν ὑπὸ τῶν ἀτμῶν μέρος ἐκλεπτυνθῆναι· οἷόν τι ποιοῦσιν οἱ διὰ τῆς σφοδροτέρας στρεβλώσεως τὸ ὕδωρ τῶν ἱματίων ἐκθλίβοντες. Καὶ ἐπειδὴ κυκλοτερῆ τὰ περὶ τὸν φάρυγγα μέρη, πλεονάζει δὲ τὸ νευρῶδες ἐν τούτοις· ὅταν καὶ ἀπὸ τούτων ἐξωσθῆναι δέοι τὴν τῶν ἀτμῶν παχυμέρειαν (ἐπειδὴ ἀμήχανόν ἐστι δι' εὐθείας ἀποτεῖναι τὸ κυκλοειδὲς μέρος, εἰ μὴ κατὰ τὸ περιφερὲς σχῆμα διαταθείη)· τούτου χάριν ἀπολη φθέντος ἐν τῇ χάσμῃ τοῦ πνεύματος, ὅτε ὁ ἀνθερεὼν ἐπὶ τὸ κάτω τοῖς γαργαρεῶσιν ὑποκοιλαίνεται, καὶ τῶν ἐντὸς πάντων εἰς κύκλου σχῆμα διαταθέντων, ἡ λιγνυώδης ἐκείνη παχύτης ἡ ἐναπειλημμένη τοῖς μέρεσι συνδιαπνεῖται τῇ διεξόδῳ τοῦ πνεύματος. Πολλάκις δὲ, καὶ μετὰ τὸν ὕπνον οἶδε τὸ τοιοῦτον συμ βαίνειν, ὅταν τι τῶν ἀτμῶν ἐκείνων περιλειφθείη τοῖς τόποις ἄπεμπτόν τε καὶ ἀδιάπνευστον. Ἐκ τού των τοίνυν ὁ ἀνθρώπινος νοῦς δείκνυσιν ἐναργῶς, ὅτι τῆς φύσεως ἔχεται, συνεστώσης μὲν καὶ ἐγρηγορυίας, καὶ αὐτὸς συνεργῶν καὶ κινούμενος· παρεθείσης δὲ τῷ ὕπνῳ, μένων ἀκίνητος, εἰ μή τις ἄρα τὴν ὀνει ρώδη φαντασίαν νοῦ κίνησιν ὑπολάβοι κατὰ τὸν ὕπνον ἐνεργουμένην. Ἡμεῖς δέ φαμεν μόνην δεῖν τὴν ἔμ φρονά τε καὶ συνεστῶσαν τῆς διανοίας ἐνέργειαν ἐπὶ τὸν νοῦν ἀναφέρειν· τὰς δὲ κατὰ τὸν ὕπνον φαντα σιώδεις φλυαρίας ἰνδάλματά τινα τῆς κατὰ τὸν νοῦν ἐνεργείας οἰόμεθα τῷ