1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

16

βλέπειν, ἐν οἷς καταχθονίων μνη μονεύει τινῶν δι' Ἐπιστολῆς πρὸς Φιλιππησίους εἰ πών· ὅτι Αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπι γείων καὶ καταχθονίων;

{Μ.} Ἐπιμενοῦμεν τῷ δόγ ματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούω μεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀν τιλέγοντα σύμψηφον ἔχοντες, περὶ τόπου, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, οὐκ ἐνιστάμενοι. {Γ.} Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν;

{Μ.} Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι. Ἀλλ' ἐπειδὴ τρεῖς τῆς λογικῆς φύσεώς εἰσι καταστάσεις ἡμῖν, ἐξ ἀρχῆς τὴν ἀσώματον λαχοῦσαι ζωὴν, ἣν ἀγγελικὴν ὀνομάζομεν· ἡ δὲ πρὸς τὴν σάρκα 46.72 συμπεπλεγμένην ἀνθρωπίνην φαμέν· ἡ δὲ διὰ θανάτου τῶν σαρκικῶν ἀπολελυμένη. Ὅπερ ἐν ψυχαῖς θεωρεῖται, τοῦτο οἶμαι, τῷ βάθει τῆς σοφίας βλέποντα τὸν θεῖον Ἀπόστολον, πάσης τῆς λογικῆς φύσεως τὴν ἐν τῷ ἀγαθῷ ποτε γενησομένην συμ φωνίαν ἀποσημαίνειν· ἐπουράνιον μὲν καλοῦντα τὸ ἀγγελικὸν καὶ ἀσώματον· ἐπίγειον δὲ τὸ συμπεπλε γμένον τῷ σώματι· καταχθόνιον δὲ τὸ διακεκρυμμέ νον ἤδη τοῦ σώματος, ἢ δή τις καὶ ἄλλη παρὰ τὰ εἰρημένα φύσις ἐν λογικῇ θεωρεῖται, ἣν εἴτε δαίμονας εἴτε πνεύματα, εἴτε τοιοῦτον ἐθέλοι τις κατονομάζειν, οὐ διοισόμεθα. Πεπίστευ γὰρ ἔκ τε τῆς κοινῆς ὑπολήψεως, καὶ ἐκ τῆς τῶν Γραφῶν παραδόσεως, εἶναί τινα φύσιν ἔξω τῶν τοιούτων σωμάτων ὑπεναντίως πρὸς τὸ καλὸν διακειμένην, καὶ βλαπτικὴν τῆς ἀνθρωπίνης ζωῆς, ἑκουσίως τῆς κρείττονος ὑπολήψεως ἀποῤῥυεῖσαν· καὶ τῇ ἀποστάσει τοῦ καλοῦ τὸ ἐκ τοῦ ἐναντίου νοού μενον ἐν αὐτῇ ὑποστήσασαν· ἥνπερ φασὶ κατα χθονίοις ἐναριθμεῖν τὸν Ἀπόστολον, τοῦτο ἐν ἐκεί νῳ τῷ λόγῳ σημαίνοντα, ὅτι τῆς κακίας ποτὲ ταῖς μακραῖς τῶν αἰώνων περιόδοις ἀφανισθείσης, οὐδὲν ἔξω τοῦ ἀγαθοῦ καταλειφθήσεται. Ἀλλὰ καὶ παρ' ἐκείνων ὁμοφώνως ἡ ὁμολογία τῆς τοῦ Χριστοῦ κυριότητος ἔσται. Τούτων οὕτως ἐχόντων, οὐκέτ' ἄν τις ἡμᾶς ἀναγκάζοι τῷ τῶν καταχθονίων ὀνόματι τὸν ὑπόγειον ἐννοεῖν χῶρον· ἐπίσης τοῦ ἀέρος πανταχόθεν περικε χυμένου τῇ γῇ, ὡς μηδὲν αὐτῆς μέρος γυμνὸν τῆς περι βολῆς τοῦ ἀέρος καταλαμβάνεσθαι. {Γ.} Ταῦτα δὲ διεξελθούσης τῆς διδασκάλου, μικρὸν ἐπισχὼν, Οὔπω ἱκανῶς ἔχω, φημὶ, τοῦ ζητουμένου· ἀλλ' ἔτι μοι τοῖς εἰρημένοις ἐπιδιστάζει πως ἡ διάνοια, καὶ δέομαι πά λιν ἐπαναχθῆναί μοι πρὸς τὴν αὐτὴν ἀκολουθίαν τὸν λόγον, τῶν μὲν ἤδη συμβιβασθέντων ἡμῖν ἀπαλλα γέντα. Μέτριον γὰρ οἶμαι διὰ τῶν εἰρημένων τοὺς μὴ λίαν ἀντιτύπως ἔχοντας ἐναχθήσεσθαι μὴ εἰς ἀναίρεσιν καὶ ἀνυπαρξίαν τὴν ψυχὴν μετὰ τὴν διά λυσιν τῶν σωμάτων ἄγειν, μηδὲ κατασκευάζειν μη δαμοῦ δύνασθαι αὐτὴν ἐν τοῖς οὖσιν εἶναι διὰ τὸ ἑτεροειδῶς ἔχειν πρὸς τὴν τῶν στοιχείων οὐ σίαν. Κἂν μὴ συμβαίνῃ γὰρ τούτοις ἡ νοερά τε καὶ ἄϋλος φύσις, τὸ εἶναι αὐτοῖς οὐ κωλύεται, δι χόθεν ἡμῖν τῆς ὑπολήψεως ταύτης βεβαιουμένης, ἔκ τε τοῦ νῦν ἐν τῇ ζωῇ ταύτῃ τὴν ψυχὴν ἐν τοῖς σώ μασιν εἶναι, ἄλλο τι παρὰ τὸ σῶμα κατὰ τὴν οὐσίαν ὑπάρχουσαν, καὶ ἐκ τοῦ τὴν θείαν φύσιν ἀποδεῖξαι 46.73 τὸν λόγον, ἄλλο τι παντάπασιν οὖσαν τῆς αἰσθητικῆς τε καὶ ὑλικῆς οὐσίας· ὅμως δὲ ἑκάστου τῶν ὄντων διήκειν, καὶ τῇ πρὸς τὸ πᾶν ἀνακράσει συνέχειν ἐν τῷ εἶναι τὰ ὄντα, ὡς διὰ τούτων κατὰ τὸ ἀκόλουθον μηδὲ τὴν ψυχὴν ἔξω τῶν ὄντων οἴεσθαι ἀπὸ τῆς ἐν εἴδει θεωρουμένης ζωῆς εἰς τὸ ἀειδὲς μετα στᾶσαν. Ἀλλὰ πῶς, εἶπον, τῆς τῶν στοιχείων ἑνώσεως ἕτερόν τι διὰ τῆς πρὸς ἄλληλα μίξεως εἶδος ἀναλαβόντων, πρὸς ἃ τῆς ψυχῆς γέγονεν ἡ οἰκείωσις, ἐπειδὰν τῇ διαλύσει τῶν στοιχείων κατὰ τὸ εἰκὸς συναφανισθῇ καὶ τὸ εἶδος; Τίνι ση μείῳ κατακολουθήσει ἡ ψυχὴ μετὰ τοῦ ἐγνωσμέ νου μὴ παραμείναντος;