16
λέγει, πᾶσαν ἐπισχοῦσαν τὴν οἰκουμένην. Πρότερον μὲν οὖν δι' εἰκόνος, νῦν δὲ διὰ δένδρου δείκνυται αὐτῷ τὰ πρά γματα. ∆ιὰ τί γὰρ μὴ ἔπεμψε τὸν ∆ανιὴλ ἐροῦντα ταῦτα; Ὅτι οὕτως ἀξιοπιστότερος ὁ λόγος ἔμελλεν ἔσεσθαι, καὶ φοβερώτερος, ὑπ' ὄψιν τῶν πραγμάτων ἀγομένων, ἵνα μάθῃς ὅτι ὁ αὔξων τὰ φυτὰ, οὗτος καὶ τὴν βασιλείαν λανθανόντως, καὶ οὐκ εἰδότων ἡμῶν. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ, καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν· Ἐκκόψατε τὸ δένδρον, ἐκτίλατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ. Σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐ τοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ. Πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ 56.216 ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς· ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλ λοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν. ∆ιὰ συγκρίματος εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώπων ἀνα στήσει ἐπ' αὐτήν. Ὅρα· φησὶν Εἲρ φῶς μέγα, καὶ λαμπηδόνα. Καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη, καὶ ἐφώνησεν ἐν ἰσχύϊ, ὥστε τοῦτον ἐκπλῆξαι. Καὶ οὕτως εἶπεν· Ἐκκόψατε τὸ δένδρον, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε. Ἀλλ' ἐπειδὴ φθείρεσθαι εἴωθεν ἡ φυὴ πολλάκις, οὕτως Ἐάσατε, φησὶ, ὡς ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ. Καὶ ἑπτὰ καιροὶ, φησὶ, ἐπ' αὐτὸν ἀλλαγήσονται, καὶ μετὰ τῶν θηρίων ἡ κατοίκησις αὐτοῦ. Ὅτι γὰρ περὶ ἀνθρώπου ταῦτα ἦν, τὰ ὕστερα ἐδήλωσεν Καὶ καρ δία, φησὶ, θηρίου δοθήσεται αὐτῷ. Ὅτι ∆ιὰ συγκρί ματος εἲρ ὁ λόγος· αὐτόθεν οὐ δυνατὸς φωτισθῆ ναι, φησὶ, ἀλλὰ δεῖ τοῦ ἑρμηνεύοντος. Καὶ ῥῆμα, φησὶ, ἁγίων τὸ ἐπερώτημα· καὶ ἅγιοι δυνήσονται τοῦτο εἰπεῖν. Ἢ τοῦτο λέγει, ἢ ἐκεῖνο, ὅτι τὴν ἐρώ τησιν δοῦναι, καὶ τὴν αἰτίαν, δι' ἣν ταῦτα γίνεται, καὶ διὰ ἀποκρίσεως ἐφωτίσθη. Ἵνα γνῶσι, φησὶ, οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασι λείας τῶν ἀνθρώπων. Αὕτη ἡ αἰτία. Ὁρᾷς πῶς προ νοεῖ τῶν ἀνθρώπων ὁ Θεός; πῶς οὐκ εἰς Ἰουδαίους συγκέκλειστο αὐτοῦ ἡ ἀρχή; Τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ ὁ βασιλεὺς Ναβουχοδονόσορ, καὶ σὺ Βαλτάσαρ σύγκριμα εἰπὲ, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι. Σὺ δὲ δύνασαι, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοί. Ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται. Ἤδει τοῦτο πάλιν εὐφραῖνον τὸν ∆ανιὴλ, τὸ πάντας ὁμολογῆσαι ἡττῆ σθαι, οὐ διὰ τὴν αὐτοῦ δόξαν, ἀλλὰ διὰ τὸ τὴν τοῦ Θεοῦ δύναμιν κηρύττεσθαι πάλιν. Σὺ δὲ δύνασαι, φησὶ, εἰπέ. ∆ιὰ τί; Ὅτι πνεῦμα Θεοῦ ἐν σοί. Ὅρα ἐντεῦθεν ἀρχόμενον, καὶ ἐντεῦθεν λήξαντα. Τὸ δέν δρον, ὃ εἶδες, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία 56.217 τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ πετεινὰ τοῦ οὐρανοῦ, σὺ εἶ, βασιλεῦ, ὅτι ἐμε γαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη, καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι εἶδεν ὁ βασιλεὺς εἲρ, καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἐκτίλατε τὸ δένδρον καὶ δια φθείρατε αὐτὸ, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρα νοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως ἑπτὰ καιροὶ ἀλλαγῶσιν ἐπ' αὐ τόν· τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα Ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα· καί σε ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ βαφήσεται τὸ σῶμά σου, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ